1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

31

τινος ἐμψύχου διδασκάλου τῆς συνηθείας, ἡ χεὶρ αὐτόματος ἕλκεται πρὸς τὸ σημεῖον ἐργάσασθαι. Ἐν συνηθείᾳ κατέστησαν ἑαυτούς τινες, ὥστε μὴ ὀμνύειν, καὶ οὔτε ἑκόντες οὔτε ἄκοντες τοῦτο πείσονται. Καταστήσωμεν καὶ ἡμεῖς ἑαυτοὺς ἐν ταύτῃ τῇ συνηθείᾳ τῇ τῆς 62.636 ἐλεημοσύνης. Πόσων ἡμῖν ἔδει καμάτων, ὥστε εὑρεθῆναι τὸ φάρμακον τοῦτο; Εἰπὲ γάρ μοι, εἰ μὴ ἦν ἡ τῆς ἐλεημοσύνης παραμυθία, εἶτα μυρία ἡμαρτηκότες ὑπευθύνους ἑαυτοὺς κατεσκευάζομεν τῇ τιμωρίᾳ, ἆρα οὐκ ἂν ἀπωδυρόμεθα πολλά; ἆρα οὐκ ἂν εἴπαμεν, Εἴθε ἦν διὰ χρημάτων ἀπολούσασθαι τὰ ἁμαρτήματα, καὶ πάντα ἂν ἐκενώσαμεν· εἴθε ἦν διὰ χρημάτων ἐκβαλεῖν τὴν ὀργὴν τοῦ Θεοῦ, καὶ οὐκ ἂν ἐφεισάμεθα τῶν ὄντων; Εἰ γὰρ ἐν νόσῳ τοῦτο ποιοῦμεν, καὶ ἐν θανάτῳ λέγομεν, ὅτι Εἰ ἦν θάνατον πρίασθαι, πάντα ἂν ἔδωκεν ὁ δεῖνα τὰ ὑπάρχοντα, πολλῷ μᾶλλον ἐνταῦθα. Καίτοι ὅρα τὴν φιλανθρωπίαν τοῦ Θεοῦ, ὅση τίς ἐστιν· οὐκ ἔδωκέ σοι θάνατον ἀγοράζειν τὸν πρόσκαιρον, ἀλλὰ θάνατον τὸν αἰώνιον. Μὴ τὴν μικρὰν ἀγοράσῃς, φησὶ, ζωὴν ταύτην, ἀλλὰ ζωὴν ἐκείνην τὴν αἰώνιον· ἐκείνην σοι πωλῶ, οὐ ταύτην· οὐκ ἐμπαίζω σοι. Κἂν λάβῃς ταύτην, οὐδὲν ἔλαβες· ἐγὼ οἶδα ὅτι ἐκείνη μεγάλη ἐστίν. Ἀλλ' οὐχ οὕτως οἱ κάπηλοι, καὶ οἱ τὰ βιωτικὰ ἐμπορευόμενοι ποιοῦσιν· ἐκείνοις ἂν ἐξῆν ἐμπαῖξαι οἷς βούλονται, καὶ τὸ μικρὸν διδόασιν ἀντὶ τοῦ μεγάλου. Αὐτὸς δὲ οὐχ οὕτως, ἀλλ' ἀντὶ τῶν μικρῶν τὰ πολλῷ μείζονα δίδωσιν. Εἰπέ μοι, εἰ πρὸς ἔμπορόν τινα ἀπελθὼν, δύο λίθων κειμένων, τοῦ μὲν εὐτελοῦς, τοῦ δὲ βαρυτίμου καὶ ἱκανὸν ἐργαζομένου πλοῦτον, καταθεὶς ἐκείνου τοῦ μικροῦ τὸ τίμημα, τὸν μέγαν ἔλαβες, ἆρα ἂν ἐνεκάλεσας ἐκείνῳ; Οὐδαμῶς, ἀλλὰ μᾶλλον [ἂν] ἐθαύμασας. Οὕτω καὶ νῦν κεῖνται δύο ζωαὶ, ἡ πρόσκαιρος καὶ ἡ αἰωνία· πωλεῖ δὲ ταύτης ὁ Θεός· ἀλλὰ ταύτην ἡμῖν πωλεῖ, οὐκ ἐκείνην· τί ἀσχάλλομεν κατὰ τοὺς ἀνοήτους τῶν παίδων, ὅτι τὸ τίμιον λαμβάνομεν; Ἔστιν οὖν ἀγοράσαι ζωὴν χρημάτων, φησί; Ναὶ, ὅταν τὰ ἑαυτῶν, καὶ μὴ τὰ ἀλλότρια καταβάλλωμεν, ὅταν μὴ ἐπίθεσιν ποιῶμεν. Ἀλλ' ἐμὰ λοιπόν ἐστι, φησίν. Οὐκ ἔστι σὰ μετὰ τὴν ἁρπαγὴν, ἀλλ' ἐκείνου ἐστίν· ἀλλότριά ἐστι, κἂν μυριάκις αὐτῶν κύριος ᾖς. Οὐδὲ γὰρ, εἰ παρακαταθήκην λάβοις τὸν καιρὸν, καθ' ὃν ὁ παρακαταθέμενος ἀποδημεῖ, σὰ ταῦτά ἐστι, καίτοι γε παρὰ σοὶ κεῖται. Εἰ τοίνυν, ἅπερ ἑκόντων καὶ χάριν εἰδότων τῶν παρακαταθεμένων ἐλάβομεν, οὐκ ἔστιν ἡμέτερα, οὐδὲ ἐκεῖνον τὸν καιρὸν καθ' ὃν ἔχομεν, πολλῷ μᾶλλον ταῦτα, ἅπερ ἀκόντων καὶ μὴ βουλομένων ἁρπάζομεν. Ἐκεῖνός ἐστιν αὐτῶν κύριος, κἂν μυριάκις αὐτὰ ἔχῃς. Ἡμετέρα ὄντως ἐστὶν ἡ ἀρετή· τὰ δὲ χρήματα οὐδὲ τὰ ἡμέτερα, μήτι γε τὰ ἀλλότρια, ἀλλὰ νῦν μὲν ἡμῶν, αὔριον δὲ οὐχ ἡμῶν. Τὰ δὲ τῆς ἀρετῆς ἡμέτερα· οὐ γὰρ ζημιοῦται αὕτη, καθάπερ ἐκεῖνα, ἀλλὰ πᾶσι παροῦσά ἐστιν ὁλόκληρος. Ταύτην οὖν κτησώμεθα, καὶ χρημάτων καταφρονῶμεν, ἵνα δυνηθῶμεν τῶν ὄντως ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι.

ΟΜΙΛΙΑ Ζʹ. Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐν στήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄν θρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερ ήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχά ριστοι, ἀνόσιοι, ἄσπονδοι, ἄστοργοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς,

τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ τούτους ἀπο 62.636 τρέπου. Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες