32
τὴν φιλανθρωπίαν ἐπιδείκνυται τὴν αὑτοῦ. Εἰ δὲ εἰς μείζονα ἑαυτοὺς ὠθοῦμεν κακὰ οὐκέτι τοῦτο παρὰ τὸν οὐ διὰ τοῦτο μακροθυμήσαντα ἵνα ἀπολώμεθα ἀλλ' ἵνα σωθῶμεν, ἀλλὰ παρ' ἡμᾶς τοὺς ἐξυβρίσαντας εἰς τὴν ἄφατον ἀνεξικακίαν αὐτοῦ. Καὶ οὕτω δὲ τῆς φιλανθρωπίας τὸ ἄπειρον δείκνυται· ὅταν γὰρ μὴ θελήσωμεν αὐτοὶ τῆς πολλῆς αὐτοῦ μακροθυμίας ἀπόνασθαι τότε εἰς τὸ ἑτέρων αὐτὴν τρέπει κέρδος πανταχοῦ τό τε φιλάνθρωπον ὁμοῦ καὶ τὸ εὐμήχανον ἐπιδεικνύς.
126 Ὅπερ καὶ τότε γέγονε καὶ ὁ μὲν τύραννος οὕτω τὸν βίον κατέλυσε, τῆς δὲ μανίας αὐτοῦ καὶ τῆς δυνάμεως τοῦ μακαρίου Βαβύλα ἕστηκεν ὑπομνήματα ὅ τε νεὼς καὶ τὸ μαρτύριον ὁ μὲν ἔρημος ὢν τὸ δὲ αὐτὴν ἔχον ἐνέργειαν ἥνπερ καὶ πρότερον. Ἡ δὲ λάρναξ οὐκέτι πάλιν ἀνάγεται τοῦ Θεοῦ καὶ τοῦτο οἰκονομήσαντος ἵνα τρανοτέρα τοῖς ἐπιγινομένοις γένηται τῶν τοῦ ἁγίου κατορθωμάτων ἡ γνῶσις. Ἕκαστος γὰρ τῶν ἐξ ἀλλοτρίας ἡκόντων ἐφιστάμενος τῷ τόπῳ καὶ τὸν μάρτυρα ζητῶν εἶτα οὐχ ὁρῶν ἐκεῖ εὐθέως ἐπὶ τὸ ζητήσαι τὴν αἰτίαν ἔρχεται καὶ οὕτω πᾶσαν τὴν ἱστορίαν ἀκούσας ἄπεισι πλέον κερδάνας ἢ πρότερον. Οὕτω καὶ παραγενόμενος τῇ ∆άφνῃ καὶ πάλιν αὐτὴν ἐγκαταλιπὼν τὰ μέγιστα ὀνίνησι.
127 Τοιαύτη ἡ τῶν μαρτύρων ἰσχὺς καὶ ζώντων καὶ τελευτώντων καὶ τόποις ἐφισταμένων καὶ πάλιν αὐτοὺς καταλιμπανόντων. Καὶ γὰρ ἐξ ἀρχῆς μέχρι τέλους συνῆπται τὰ κατορθώματα συνεχῆ. Ὅρα γάρ· ἤμυνε τοῖς τοῦ Θεοῦ νόμοις ὑβριζομένοις, ἔλαβεν ὑπὲρ τοῦ τετελευτηκότος δίκην ἣν ἔδει, ἔδειξεν ὅσον ἱερωσύνης καὶ βασιλείας τὸ μέσον, κατέλυσε πάντα τὸν τοῦ κόσμου τῦφον, κατεπάτησε τοῦ βίου τὴν φαντασίαν, ἐπαίδευσε τοὺς βασιλεῖς μὴ πέρα τοῦ δοθέντος αὐτοῖς παρὰ τοῦ Θεοῦ μέτρου τὴν ἐξουσίαν προάγειν, ἔδειξε τοῖς ἱερωμένοις πῶς ταύτης προίστασθαι τῆς ἀρχῆς δεῖ. Καὶ ταῦτα μὲν καὶ τούτων πλείονα ἡνίκα ἦν ἐν σαρκί, ἐπειδὴ δὲ μετέστη καὶ ἀπεδήμησε κατέλυσε τοῦ δαίμονος τὴν ἰσχύν, διήλεγξε τὴν τῶν Ἑλλήνων ἀπάτην, ἀπεκάλυψε τῆς μαντείας τὸν λῆρον, συνέτριψε τὸ προσωπεῖον αὐτῆς καὶ πᾶσαν αὐτῆς τὴν ὑπόκρισιν γυμνώσας ἐπέδειξε τὸν ἐν αὐτῇ δοκοῦντα κρατεῖν ἐπιστομίσας καὶ καταβαλὼν μετὰ πολλῆς τῆς σφοδρότητος. Καὶ νῦν ἑστᾶσιν οἱ τοῖχοι τοῦ νεὼ πᾶσι κηρύττοντες τοῦ δαίμονος τὴν αἰσχύνην, τὸν γέλωτα, τὴν ἀσθένειαν, τοῦ μάρτυρος τοὺς στεφάνους, τὴν νίκην, τὴν δύναμιν. Τοσαύτη ἡ τῶν ἁγίων ἰσχύς, οὕτως ἄμαχος καὶ φοβερὰ καὶ βασιλεῦσι καὶ δαίμοσι καὶ αὐτῷ τῷ τῶν δαιμόνων ἀρχηγῷ.