32
πανταχοῦ τὰ ἀκούσματα; Τί τοίνυν ὄφελος νηστείας, εἰπέ μοι, ὅταν τῷ σώματι μὲν νηστεύῃς, διὰ δὲ τῶν ὀφθαλμῶν μοιχεύῃς; μοιχεία γάρ ἐστιν οὐ συμπλοκὴ μόνον, οὐδὲ ὁμιλία σώματος, ἀλλὰ καὶ ὄψις ἀκόλαστος· τί τὸ ὄφελος ὅταν ἐνταῦθα παραγίνῃ κἀκεῖ; Ἐγὼ παιδεύω, ἐκεῖνος διαφθείρει· ἐγὼ φάρμακα ἐπάγω τῇ νόσῳ, ἐκεῖνος προστίθησιν ὑπόθεσιν τῇ νόσῳ· ἐγὼ σβεννύω τὴν φλόγα τῆς φύσεως, ἐκεῖνος ἀνάπτει τὴν φλόγα τῆς ἐπιθυμίας. Τί τὸ ὄφελος, εἰπέ μοι; Εἷς οἰκοδομῶν καὶ εἷς καθαιρῶν· τί ὠφέλησαν πλέον ἢ κόπους; Μὴ τοίνυν ἐνταῦθα καὶ ἐκεῖ, ἀλλ' ἐνταῦθα μόνον διατρίβωμεν, ἵνα χρησίμως ἐνταῦθα, ἵνα μὴ μάτην ἐνταῦθα, ἵνα μὴ εἰκῆ, μηδὲ ἐπὶ κατακρίσει· Εἷς οἰκοδομῶν καὶ εἷς καθαιρῶν· τί ὠφέλησαν πλέον ἢ κόπους; Καίτοι γε εἰ καὶ πολλοὶ 49.316 οἱ οἰκοδομοῦντες εἶεν, εἷς δὲ ὁ καθαιρῶν, νικᾷ τὴν πολυχειρίαν τῶν οἰκοδομούντων ἡ εὐκολία τῆς καταστροφῆς. Μεγάλη ὄντως αἰσχύνη καὶ νεάζοντας καὶ γεγηρακότας ἐπὶ τὴν τοιαύτην τρέχειν σπουδήν. Ἀλλ' εἴθε μέχρις αἰσχύνης ἦν τὸ κακόν· καίτοι γε οὐδὲ τοῦτο φορητὸν ἀνδρὶ ἐλευθέρῳ, ἀλλ' ἐσχάτη ζημία τῷ νοῦν ἔχοντι καὶ κατάγνωσις καὶ αἰσχύνη· ἀλλ' οὐ μέχρι τῆς αἰσχύνης τὸ ἐπιτίμιον, ἀλλὰ καὶ κόλασις ἐπίκειται μεγάλη καὶ τιμωρία. Ἀνάγκη γὰρ τοὺς ἐκεῖ καθημένους μοιχείας ἁμαρτίᾳ πάντας ἁλίσκεσθαι, οὐκ ἐπειδὴ συμπλέκονται ταῖς ἐκεῖ γυναιξὶν, ἀλλ' ἐπειδὴ ἀκολάστοις βλέπουσιν αὐτὰς ὀφθαλμοῖς. Ὅτι γὰρ καὶ τούτους ἀνάγκη μοιχείᾳ ἁλίσκεσθαι, οὐκ ἐμὸν ὑμῖν ἐρῶ λόγον, ἵνα μὴ καταφρονήσητε, ἀλλὰ θεῖον ὑμῖν ἀναγνώσομαι νόμον· ἐνταῦθα γὰρ οὐκέτι καταφρονεῖν δυνατόν. Τί οὖν ὁ θεῖος νόμος φησίν; Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Εἶδες ἀπηρτισμένον τὸν μοιχόν; εἶδες πεπληρωμένην τὴν ἁμαρτίαν; καὶ τὸ χαλεπώτερον, τὸν μοιχὸν μοιχείας ἁλόντα οὐκ ἐν ἀνθρωπίνῳ, ἀλλ' ἐν θείῳ δικαστηρίῳ τῆς μοιχείας γινόμενον ὑπεύθυνον, ἔνθα ἀθάνατα τὰ τῶν τιμωριῶν. Πᾶς ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Οὐ τὸ νόσημα, ἀλλὰ καὶ τὴν ῥίζαν ἀναιρεῖ τοῦ νοσήματος· ῥίζα γὰρ μοιχείας ἐπιθυμία ἀκόλαστος· διὸ οὐ μοιχείαν κολάζει μόνον, ἀλλὰ καὶ ἐπιθυμίαν, τὴν τῆς μοιχείας μητέρα. Οὕτω καὶ οἱ ἰατροὶ ποιοῦσιν· οὐ πρὸς τὰ νοσήματα ἵστανται μόνον, ἀλλὰ καὶ πρὸς τὰς αἰτίας αὐτάς· κἂν ἴδωσιν ὀφθαλμοὺς νοσοῦντας, τὸ πονηρὸν ῥεῦμα ἄνωθεν ἀπὸ τῶν κροτάφων ἀναστέλλουσιν· οὕτω καὶ ὁ Χριστὸς ποιεῖ. Ὀφθαλμία χαλεπὴ μοιχεία· τῶν ὀφθαλμῶν ἐστι τὸ νόσημα, οὐ τῶν τοῦ σώματος, ἀλλὰ πρότερον τῶν τῆς ψυχῆς· διὰ τοῦτο ἐκεῖθεν ἀνέστειλε τὸ ῥεῦμα τῆς ἀκολασίας, τῷ φόβῳ τοῦ νόμου· διὰ τοῦτο οὐχὶ μοιχείαν μόνον ἐκόλασεν, ἀλλὰ καὶ ἐπιθυμίαν ἐτιμωρήσατο. Ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· τῆς δὲ καρδίας διεφθαρμένης, τί λοιπὸν ὄφελος τοῦ λοιποῦ σώματος; Ὥσπερ γὰρ ἐπὶ φυτῶν καὶ ξύλων, ὅταν ἴδωμεν τὴν καρδίαν διαβρωθεῖσαν, τὸ λοιπὸν ἀποδοκιμάζομεν μέρος· οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου ὅταν ἐκείνη ἀπόληται, εἰκῆ λοιπὸν ἡ τοῦ σώματος ὑγίεια. Ὁ ἡνίοχος ἀπόλωλε, διέφθαρται καὶ καταβέβληται, μάτην τρέχουσιν οἱ ἵπποι λοιπόν· ἐπίπονος ὁ νόμος καὶ πολὺ τὸ φορτικὸν ἔχει, ὥσπερ οὖν καὶ μέγαν ἔχει τὸν στέφανον. Τοιαῦτα γὰρ τὰ ἐπίπονα, μεγάλας ἔχει τὰς ἀμοιβάς. Σὺ δὲ μὴ τῷ πόνῳ πρόσεχε, ἀλλὰ τὴν ἀμοιβὴν ἐννόει· οὕτω γὰρ καὶ ἐπὶ τῶν βιωτικῶν γίνεται πραγμάτων. Ἂν μὲν γὰρ τὸν πόνον ἴδῃς τῶν κατορθωμάτων, βαρὺ καὶ φορτικόν· ἂν δὲ τὴν ἀμοιβὴν ἴδῃς, κοῦφον καὶ ῥᾷστον τὸ προκείμενον. Οὕτω καὶ κυβερνήτης ἂν τὰ κύματα βλέπῃ μόνον, οὐδέποτε ἐξέλκει τοῦ λιμένος τὸ σκάφος, ἀλλὰ πρὸ τῶν κυμάτων τὴν ἐμπορίαν ὁρῶν, οὕτω καὶ ἀπλέτου κατατολμᾷ πελάγους. Οὕτω καὶ στρατιώτης ἂν τὰ τραύματα βλέπῃ, καὶ τὰς σφαγὰς, οὐδέποτε ἐνδύσεται θώρακα· ἂν δὲ πρὸ τῶν τραυμάτων τὰ τρόπαια σκοπῇ καὶ τὰς νίκας,