34
ἀναστῆναι δυνήσεται, ὥσπερ τινὸς χαλινοῦ τοῦ συνειδότος ἐπιλαμβανομένου διεγειρομένης αὐτῆς, καὶ καταστέλλοντος καὶ πείθοντος μετριάζειν ἐν ἅπασιν. Οὕτω δυνησόμεθα παρὰ τῷ Θεῷ καὶ χάριν εὑρεῖν· Ὅσῳ γὰρ μέγας εἶ, φησὶ, τοσούτῳ ταπείνου σεαυτὸν, καὶ ἐναντίον Κυρίου εὑρήσεις χάριν. Ὁ δὲ παρὰ τῷ Θεῷ χάριν εὑρὼν οὐδενὸς αἰσθήσεται χαλεποῦ, ἀλλὰ καὶ ἐνταῦθα δυνήσεται μετὰ τῆς τοῦ Θεοῦ χάριτος ἐκεῖνα ἅπαντα μετ' εὐκολίας διαδραμεῖν τὰ δεινὰ, καὶ τὰς ἐκεῖ κειμένας τοῖς ἁμαρτάνουσι διαφυγεῖν τιμωρίας, τῆς χάριτος τοῦ Θεοῦ πανταχοῦ προηγουμένης, καὶ πάντα ἐξευμενιζούσης αὐτῷ· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαύειν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.