34
Παρθενίαν οὐκ ἐπέταξε, καὶ κατορθοῦσι πολλοί· ἀκτημοσύνην οὐκ ἐπέταξε, καὶ πολλοὶ τὰ ἑαυτῶν ῥίπτουσι, διὰ τῶν ἔργων μαρτυροῦντες πολλὴν εὐκολίαν τοῖς τῆς ἐπιταγῆς νόμοις· οὐ γὰρ ἂν ὑπερέβησαν αὐτὰ, εἰ μὴ αὐτὰ τὰ ἐπιταγέντα εὔκολα ἦν. Οὐκ ἐπέταξε παρθενίαν· ὁ μὲν γὰρ ἐπιτάξας παρθενίαν ὑπὸ τὴν ἀνάγκην ἄγει τοῦ νόμου καὶ τὸν μὴ βουλόμενον· ὁ δὲ παραινέσας κύριον ἀφίησι τῆς αἱρέσεως τὸν ἀκροατήν. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι, Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι. Ὁρᾷς οὐκ ἐπιταγὴν, ἀλλὰ συμβουλήν; ὁρᾷς οὐ πρόσταγμα, ἀλλὰ παραίνεσιν; Πολὺ δὲ τὸ μέσον· τὸ μὲν γὰρ ἀνάγκης ἐστὶν, τὸ δὲ προαιρέσεως. Οὐκ ἐπιτάσσω, φησὶν, ἵνα μὴ βαρήσω· παραινῶ καὶ συμβουλεύω, ἵνα ἐναγάγω. Οὕτω καὶ ὁ Χριστός· οὐκ εἶπε, Πάντες δὲ παρθενεύετε· εἰ μὲν γὰρ ἐπέταξε παρθενεύειν ἅπαντας καὶ νόμον ἐποίησε τὸ πρόσταγμα, οὔτε κατορθώσας ἂν πολλῆς ἀπέλαυσε τιμῆς ὅσης νῦν, καὶ ὁ παρακούσας τὴν ἐσχάτην ἂν ἔδωκε δίκην. Εἶδες πῶς ἡμῶν ὁ νομοθέτης φείδεται; πῶς κήδεται τῆς ἡμετέρας σωτηρίας; Μὴ γὰρ οὐκ ἐδύνατο καὶ τοῦτο ἐπίταγμα ποιῆσαι, καὶ εἰπεῖν ὅτι Οἱ μὲν παρθενεύοντες τιμάσθωσαν, οἱ δὲ μὴ παρθενεύοντες κολαζέσθωσαν; Ἀλλ' ἐβάρει τὴν φύσιν· φείδεται τῆς φύσεως τῆς ἡμετέρας. Ἀφῆκεν ἔξω τῶν σταδίων, ἀφῆκεν ἀνωτέρω τῶν ἀγώνων τὴν παρθενίαν, ἵνα καὶ οἱ κατορθοῦντες τὴν οἰκείαν μεγαλοψυχίαν ἐπιδείξωνται, καὶ οἱ μὴ κατορθοῦντες τῆς συγγνώμης ἀπολαύσωσι τοῦ ∆εσπότου. Οὕτω καὶ περὶ τῆς ἀκτημοσύνης οὐκ ἐποίησε τὸ πρᾶγμα ἐπίταγμα. Οὐ γὰρ ἁπλῶς εἶπε, Πώλησόν σου τὰ ὑπάρχοντα, ἀλλ', Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα. Ἐν τῇ βουλῇ κείσθω τῇ σῇ, κύριος ἔσο τῆς γνώμης· οὐκ ἀναγκάζω, οὐδὲ βαρῶ, ἀλλὰ κατορθώσαντα μὲν στεφανῶ, μὴ κατορθώσαντα δὲ οὐ κολάζω. Τὰ μὲν γὰρ ἐξ ἐπιταγῆς γινόμενα καὶ ἐξ ὀφειλῆς, οὐ τοσοῦτον ἔχει μισθόν· τὰ δὲ ἐκ προαιρέσεως καὶ ἐξ οἰκείας φιλοτιμίας λαμπροὺς ἔχει τοὺς στεφάνους. Καὶ τούτων Παῦλον παράγω μάρτυρα· Ἐὰν εὐαγγελίζωμαι, φησὶν, οὐκ ἔστι μοι καύχημα. ∆ιὰ τί; Ἀνάγκη γάρ μοι ἐπίκειται. Οὐαὶ δέ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι. Ὁρᾷς, ἐν τοῖς νόμοις ὁ μὲν κατορθώσας οὐκ ἔχει πολὺν μισθόν· ἀνάγκη γάρ ἐστιν· ὁ δὲ μὴ κατορθώσας ὑπεύθυνός ἐστι τῇ κολάσει καὶ τῇ τιμωρίᾳ. Οὐαὶ γάρ μοι, φησὶν, ἐὰν μὴ εὐαγγελίζωμαι. Ἐπὶ δὲ τῶν ἄλλων οὐχ οὕτως, ἐπὶ τῶν ἐκ προαιρέσεως, ἀλλὰ τί; Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, εἰς τὸ μὴ 49.319 καταχρήσασθαι τῇ ἐξουσίᾳ μου. Ἐκεῖ νόμος ἦν, διὰ τοῦτο μισθὸν οὐκ εἶχε πολύν· τοῦτο δὲ προαιρέσεως ἦν, διὸ πολὺν ἔσχε τὸν μισθόν. δʹ. Ταῦτά μοι πάντα οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ διὰ τὸν νόμον τὸν θεῖον, ἵνα δείξω οὐκ ὄντα βαρὺν, οὐκ ὄντα φορτικὸν, οὐκ ὄντα ἐπίπονον οὐδὲ ἀδύνατον. Φέρε δὴ καὶ ἀπ' αὐτῶν τῶν τοῦ Χριστοῦ ῥημάτων αὐτὸ τοῦτο φανερὸν ποιήσωμεν· Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Συνεῖδε καὶ ὁ Χριστὸς αὐτὸ τοῦτο, ὅτι μέλλουσι πολλοὶ τοῦ νόμου κατηγορεῖν τὴν δυσκολίαν· διὰ τοῦτο αὐτὸν οὐ γυμνὸν εἰσήνεγκεν, οὐδὲ ψιλὸν, οὐδὲ καθ' ἑαυτὸν, ἀλλὰ καὶ τοῦ παλαιοῦ ἀναμιμνήσκει νόμου, ἀπὸ τῆς συγκρίσεως καὶ τὴν εὐκολίαν καὶ τὴν αὐτοῦ φιλανθρωπίαν ἐνδεικνύμενος. Πῶς δὲ, προσέχετε. Οὐκ εἶπε γὰρ ἁπλῶς, Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ ἐνταῦθα προσέχετε μετὰ ἀκριβείας· ἀλλὰ πρότερον ἀνέμνησε τοῦ παλαιοῦ νόμου οὕτω λέγων· Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Εἶδες τοὺς δύο νόμους, τὸν παλαιὸν καὶ τὸν καινὸν, ὃν ἔθηκε Μωϋσῆς, καὶ ὃν εἰσάγει αὐτός; μᾶλλον δὲ καὶ τοῦτον αὐτὸς ἕθηκε· καὶ γὰρ διὰ Μωϋσέως αὐτὸς ἐλάλησε. Καὶ πόθεν