40
ἄνεσιν ἐπιζητεῖς, τί ἀπεδύσω; τί τὰς χεῖρας ἀντῆρας· Καὶ πῶς οὐκ ἀνταίρω, φησὶ, νῦν; Ὅταν τῶν ἐπιθυμιῶν μὴ κρατῇς, ὅταν πρὸς τὴν βίαν τῆς φύσεως μὴ μάχῃ. Σὺ δὲ, μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν, διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Τί ἐστι τοῦτο; Καθάπερ ὁ προφήτης ∆αυῒδ παρῄνεσε, Μὴ παραζήλου, εἰπὼν, ἐν πονηρευομένοις, τοῦτο καὶ αὐτὸς παραινεῖ λέγων· Σὺ δὲ, μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης. Οὐχ ἁπλῶς, Ἔμαθες, ἀλλὰ καὶ, Ἐπιστώθης, τουτέστιν, Ἐπίστευσας. Τί δαὶ καὶ ἐπίστευσα; Ὅτι αὕτη ἐστὶν ἡ ζωή. Κἂν ἐναντία τοίνυν ὁρᾷς ἐνταῦθα ὧν ἐπίστευσας, μὴ θορυβοῦ, ἐπεὶ καὶ ὁ Ἀβραὰμ ἐναντία ἑώρα, ἀλλ' οὐδὲν ἔπαθεν· ἤκουσεν, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, καὶ τὸν Ἰσαὰκ σφάξαι ἐκελεύετο, καὶ οὐκ ἐθορυβεῖτο οὐδὲ ἐταράττετο. Μηδεὶς σκανδαλιζέσθω ἐπὶ τοῖς πονηροῖς· τοῦτο ἄνωθεν εἶπεν ἡ Γραφή. Τί οὖν, ὅταν καὶ ἀγαθοὶ εὐφραίνωνται, καὶ πονηροὶ κολάζωνται; Τὸ μὲν ἕτερον εἰκὸς γενέσθαι, τὸ δὲ ἄλλο οὐκέτι· πονηροὺς μὲν γὰρ κολάζεσθαι ἔνι, ἀγαθοὺς δὲ εὐφραίνεσθαι ἀεὶ οὐκ ἔνι. Οὐδεὶς Παύλου ἴσος ἦν, ἀλλ' ὅμως ἐν θλίψει τὸν πάντα διῆγε χρόνον, ἐν δάκρυσιν, ἐν στεναγμοῖς νυκτὸς καὶ ἡμέρας. Μετὰ δακρύων γὰρ, φησὶ, νύκτα καὶ ἡμέραν τριετίαν νουθετῶν οὐκ ἐπαυσάμην· καὶ πάλιν, Ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν, φησίν. Οὐ σήμερον μὲν ἔχαιρεν, αὔριον δὲ ἤλγει, ἀλλὰ καθ' ἡμέραν οὐ διελίμπανεν ὀδυνώμενος Πῶς οὖν φησι, Πονηροὶ προκόψουσιν ἐπὶ τὸ χεῖρον; Οὐκ εἶπεν, ὅτι ἀνέσεως τυγχάνουσιν, ἀλλ', Ἐπὶ τὸ χεῖρον προκόψουσιν· εἰς τὸ χεῖρον ἡ προκοπὴ αὕτη. Οὐκ εἶπεν, Ἐν εὐθηνίᾳ ἔσονται. Εἰ δὲ καὶ κολάζονται, διὰ τοῦτο κολάζονται, ἵνα μὴ νομίσῃς ἀτιμώρητα εἶναι τὰ ἁμαρτήματα. Ἐπειδὴ γὰρ ἡ γέεννα οὐκ ἰσχύει κωλῦσαι ἡμᾶς τῆς κακίας, φειδόμενος ἡμῶν διυπνίζει καὶ διανίστησιν ἡμᾶς. Εἰ μηδεὶς πονηρὸς ἐκολάζετο, οὐδεὶς ἂν ἐνόμιζεν ἐφεστάναι τὸν Θεὸν τοῖς ἀνθρωπίνοις πράγμασιν· εἰ πάντες ἐκολάζοντο, οὐδεὶς ἂν προσεδόκησεν ἔσεσθαι ἀνάστασιν, ὡς πάντων ἐνταῦθα ἀπολαμβανόντων. ∆ιὰ τοῦτο καὶ κολάζει, καὶ οὐ κολάζει· διὰ τοῦτο ἐνταῦθα δίκαιοι θλίβονται, ὅτι πάροικοί εἰσιν, ὅτι ξένοι, ὅτι ἐν ἀλλοτρίᾳ εἰσίν. Οἱ δίκαιοι τοίνυν δοκιμῆς ἕνεκεν ταῦτα ὑπομένουσιν· ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος πρὸς τὸν Ἰὼβ, Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Οἱ δὲ ἁμαρτωλοὶ ἐὰν καί ποτέ τι τοιοῦτον ὑπομείνωσι, δίκην τιννύουσι τῶν ἁμαρτιῶν. Ἐν πᾶσι τοίνυν εὐχαριστῶμεν τῷ Θεῷ, εἴτε οὕτως, εἴτε ἐκείνως· ἀμφότερα γὰρ χρήσιμα. Οὐδὲν μισῶν, οὐδὲ ἀποστρεφόμενος ἡμᾶς ποιεῖ, ἀλλ' ἀμφότερα φροντίζων καὶ κηδόμενος. Εἰδὼς, φησὶν, ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας. Τουτέστιν, Ἐκ πρώτης ἡλικίας τὰ ἱερὰ γράμματα ἔμαθες. Ἱερὰ δὲ γράμματα τὰς θείας καλεῖ Γραφάς. Ἐν ταύταις ἀνετράφης, ὥστε καὶ διὰ τούτων στερεὰν εἶναί σοι τὴν πίστιν χρὴ, καὶ μηδὲν παραβλάπτεσθαι. Κατὰ βάθους γὰρ ἡ ῥίζα κεῖται, οὐ χρόνῳ τραφεῖσα πολλῷ· οὐδὲν αὐτὴν παρατρέψαι δύναται. Εἰπὼν δὲ, Τὰ ἱερὰ γράμματα, ἐπήγαγε, Τὰ δυνάμενά σε σοφίσαι· τουτέστιν, Οὐκ ἀφιᾶσιν ἀνόητόν τι παθεῖν, καὶ οἷον οἱ πολλοί. δʹ. Ὁ γὰρ τὰς Γραφὰς εἰδὼς, ὡς εἰδέναι χρὴ, οὐδενὶ τῶν γινομένων σκανδαλίζεται, πάντα φέρει γενναίως, τὰ μὲν τῇ πίστει ἐπιτρέπων καὶ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ οἰκονομίας, τῶν δὲ καὶ λόγους εἰδὼς, καὶ παραδείγματα εὑρίσκων ἐν ταῖς Γραφαῖς. Ἐπεὶ καὶ τὸ μὴ πάντα περιεργάζεσθαι, καὶ τὸ μὴ πάντα θέλειν εἰδέναι, μέγα τοῦ εἰδέναι τεκμήριον. Καὶ εἰ βούλεσθε, ἐπὶ παραδείγματος ἐρῶ· Ἔστω ποταμὸς, μᾶλλον δὲ ἔστωσαν ποταμοὶ (οὐ κατὰ συγχώρησιν λέγω, ἀλλ' ὅπερ εἰσὶν οἱ ποταμοί)· οὐ πάντες κατὰ βάθος ἴσοι τυγχάνουσιν, ἀλλ' οἱ μὲν ψιλότερον τὸ ἔδαφος ἔχοντες, ἕτεροι βαθὺ καὶ ἱκανὸν ἀποπνίξαι τὸν ἀγνοοῦντα· καὶ ἐνταῦθα μὲν ἴλιγγοι, ἐκεῖ δὲ οὐκέτι. Τὸ οὖν μὴ