41
τοῦτο οὐκ ἠδύναντο ἀκούειν λόγον Κυρίου. Ὁρᾷς ὅπως πτωχοὺς καλεῖ τοὺς ἀπεσχοινισμένους τῆς 49.327 εὐσεβείας, Ὡς πτωχοὺς τοίνυν τοὺς ἁμαρτάνοντας ἐλεεῖ, καὶ ὡς πλουσίους τοὺς δικαιοπραγοῦντας ἀπαιτεῖ, τοῖς μὲν διὰ τὴν πενίαν χαριζόμενος, τοῖς δὲ διὰ τὸν τῆς εὐσεβείας πλοῦτον μετὰ πολλῆς ἀκριβείας τοὺς λόγους εἰσπραττόμενος. Ὃ δὲ ποιεῖ ἐπὶ δικαίων καὶ ἁμαρτωλῶν, τοῦτο ποιεῖ καὶ ἐπὶ πλουσίων καὶ πενήτων· καὶ ὥσπερ τὸν ἁμαρτάνοντα ἐγείρει διὰ φιλανθρωπίαν, τὸν δὲ δίκαιον φοβεῖ διὰ τῆς ἀποτομίας· οὕτω καὶ ἐν τοῖς κοσμικοῖς πράγμασιν διατίθησι τὴν ἑαυτοῦ οἰκονομίαν. Ἐὰν ἴδῃ δυναστὰς ἀξιώμασιν ὑπερλάμποντας, βασιλεῖς, ἄρχοντας, πάντας τοὺς ἐν πλούτῳ διαπρέποντας· τούτοις διαλέγεται μετὰ φόβου, καὶ ἐπιτίθησι χρησίμως τῇ δυναστείᾳ τὸν φόβον· Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν· δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ· ὅτι Βασιλεύς ἐστι τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων. Ὅπου ἀρχὴ δυναστείας, ἐπιτίθησι τὸν φόβον τῆς αὐτοῦ βασιλείας· ὅπου ταπείνωσις εὐτελείας, προσφέρει τὸ φάρμακον τῆς ἑαυτοῦ φιλανθρωπίας. Ὁ γὰρ Θεὸς οὗτος μέγας βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων· οὗτος αὐτὸς, πάλιν ὑποβαίνων τῆς ἑαυτοῦ ἀξίας, εὑρίσκεται κατὰ τὴν ἁγίαν Γραφὴν πατὴρ ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν, βασιλέων βασιλεὺς, ἀρχόντων ἄρχων, κυριευόντων Κύριος. Ὁρᾷς πολλὴν ἀφθονίαν φιλανθρωπίας; ὁρᾷς χρήσιμον τὸν φόβον τῆς εὐσεβείας καὶ τῆς ἐξουσίας; Ὅπου μὲν γὰρ εἶδεν ἀρκοῦσαν τὴν ἐξουσίαν εἰς παραμυθίαν, ἐπέθηκε τὸν φόβον εἰς ὠφέλειαν· ὅπου δὲ εἶδε παραλελυμένην τῇ εὐτελείᾳ τὴν ὀρφανίαν, καὶ τὴν πτωχείαν τῇ ἀτονίᾳ τῆς χηρείας, προσήγαγε τὴν φιλανθρωπίαν εἰς παραμυθίαν. Ἐγὼ πατὴρ τῶν ὀρφανῶν. ∆ύο ποιεῖ, καὶ τὴν φιλανθρωπίαν δείκνυσι, καὶ τὴν δυναστείαν κολάζει. Καλεῖ ἑαυτὸν πατέρα τῶν ὀρφανῶν, ἵνα καὶ τοὺς ἐν συμφορᾷ παραμυθήσηται, καὶ τοὺς ἐν δυναστείᾳ καταπλήξῃ, ὥστε μὴ ἐπηρεάζειν ὀρφανοῖς τε καὶ χήραις· ἐπειδὴ ὁ θάνατος ἐγύμνωσε τὸν μὲν τοῦ πατρὸς, τὴν δὲ ἐστέρησε τοῦ ἀνδρὸς, καὶ οὓς διέφθειρεν ὁ τῆς φύσεως νόμος, ἀνεκαίνισεν ὁ τῆς φιλανθρωπίας ὅρος· καὶ ἡ αὐτὴ χάρις τῇ μὲν ἔδωκε τὸν κριτὴν, τῷ δὲ ὀρφανῷ πατέρα, τὸν βασιλέα τῶν ἁγίων. Ὥστε, φησὶν, ὦ ἄδικε, ἐὰν χήραις ἐπηρεάζῃς, τὸν τῶν χηρῶν προνοητὴν παροξύνεις· ἐὰν ὀρφανοὺς ἀδικῇς, υἱοὺς ἀδικεῖς Θεοῦ. Ἐγώ εἰμι ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν· τίς δὲ οὕτω τολμηρὸς πρὸς ἀσέβειαν, ὥστε υἱοὺς ἀδικεῖν Θεοῦ, καὶ ταῖς ὑπὸ τοῦ Θεοῦ προνοουμέναις χήραις ἐπηρεάζειν; Ὁρᾷς πῶς χρησίμως κατασκευάζει τὰ φάρμακα τῆς εὐσεβείας, καὶ τοὺς μὲν φοβεῖ, τοὺς δὲ ἐλεεῖ, οὐκ αὐτὸς μεριζόμενος, πρὸς δὲ τὰς γνώμας τῶν ἀνθρώπων ἁρμοζόμενος; Προσάγωμεν τοίνυν ἑαυτοῖς, ἀδελφοὶ, φάρμακον εἰς σωτηρίαν τὴν μετάνοιαν· μᾶλλον δὲ δεξώμεθα παρὰ τοῦ Θεοῦ τὴν μετάνοιαν ἰατρεύουσαν ἡμᾶς. Οὐ γὰρ ἡμεῖς αὐτῷ ταύτην προσάγομεν, ἀλλ' αὐτὸς ἡμῖν ταύτην ἐχορήγησεν. Ὁρᾷς αὐτοῦ τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ; ὁρᾷς τὴν φιλανθρωπίαν αὐτοῦ τὴν ἐν τῇ χάριτι; Ὅταν δὲ εἴπω τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ, οὐ διαβάλλω κρίσιν, ἀλλὰ τῆς εὐαγγελικῆς χάριτος κηρύττω τὴν φιλανθρωπίαν· ὅτι ὁ μὲν νόμος ἀπαραιτήτως ἐκόλαζε τοὺς ἁμαρτάνοντας, ἡ δὲ χάρις μετὰ πολλῆς μακροθυμίας ὑπερτίθεται τὴν τιμωρίαν, ἵνα ἐπαγάγῃ τὴν διόρθωσιν. ∆εξώμεθα τοίνυν μετάνοιαν, ἀδελφοὶ, φάρμακον εἰς σωτηρίαν, δεξώμεθα φάρμακον ἐξαλεῖφον ἡμῶν 49.328 τὰ πταίσματα. Μετάνοια δέ ἐστιν, οὐχ ἡ λόγῳ κηρυττομένη, ἀλλ' ἡ πράγμασι βεβαιουμένη· μετάνοια ἡ ἐξ αὐτῆς τῆς καρδίας ἐξαλείφουσα τὸν ῥύπον τῆς ἀσεβείας. Λούσασθε γὰρ, φησὶ, καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου. Τί βούλεται τὸ περιττὸν τῆς λέξεως; τὸ γὰρ Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν, οὐχ ἱκανὸν μηνῦσαι τὸ πᾶν; ∆ιὰ τί