1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

42

Εἰπέ μοι, εἴ τις λῄσταρχος υἱὸν βασιλέως αὐτῷ προσφυγόντα, καὶ ἐρημίαν καὶ τὴν ἐκείνου συνοίκησιν ἀγαπήσαντα ὑπὸ χεῖρας ἔχοι καὶ ἐξουσίαν, δυνήσεται αὐτῷ εἰπεῖν, εἰ τελευτᾷ, εἰ ζῇ; Καὶ σφόδρα γε δυνήσεται. Τί δήποτε; Οὐκ ἐπειδὴ προοῖδε τὸ μέλλον, ἀλλ' ἐπειδὴ ἑκατέρου κύριος γίνεται, τοῦ ἀφανίσαι, καὶ σῶσαι τὸν παῖδα, ἐκείνου ποιήσαντος αὐτὸν κύριον. Καὶ γὰρ ἀνελεῖν, ἐὰν θέλῃ, δυνήσεται, καὶ ἀφεῖναι, ἂν βουληθῇ, ὁμοίως δυνήσεται· ὑπὸ γὰρ ἐκείνῳ γέγονεν. Ἂν εἴπῃ, ὅτι πλούσιος ἔσῃ ἢ πένης, ἀμφοτέρων κύριος αὐτός ἐστι. Τὸ πλέον τοῦ κόσμου ὑπὸ τὰς τοῦ διαβόλου χεῖρας ἑαυτοὺς ἔδωκαν. εʹ. Καὶ ἄλλως δὲ, ὅταν ἐθισθῇ ἄνθρωπος πιστεύειν, πολὺ καὶ τοῦτο συμβαλεῖται ἐκείνοις τοῖς ἀπατεῶσιν· οὐδεὶς γὰρ ταῖς ἀποτυχίαις προσέχει, ἀλλ' εἴ που ἐπιτύχοιεν. Εἰ δέ τινα ἔχουσι δύναμιν προγνωστικὴν, ἐμοὶ τῷ πιστῷ τούτους ἄγε. Οὐ μεγαληγορῶν λέγω· τὸ γὰρ τούτων ἀπηλλάχθαι, οὐ μεγαληγορίας. Ἁμαρτημάτων μὲν γάρ εἰμι μεστός· τούτων δὲ ἕνεκεν οὐκ ἂν ταπεινοφρονήσαιμι· πάντων τῇ τοῦ Θεοῦ χάριτι καταγελῶ. Ἄγε πρὸς ἐμὲ τὸν ἄνδρα τὸν μάγον, εἴ τινα ἔχει δύναμιν προγνωστικὴν, εἰπάτω τί μοι συμβήσεται, αὔριον τί ἔσται μοι. Ἀλλ' οὐκ ἐρεῖ· ὑπὸ γὰρ τὴν τοῦ βασιλέως ἐξουσίαν εἰμὶ, καὶ οὐκ ἔχει τὴν ἐμὴν ἀρχὴν οὐδὲ τὴν ὑποταγήν· πόῤῥω τῶν καταδύσεων αὐτοῦ καὶ τῶν σπηλαίων τυγχάνω, τῷ βασιλεῖ στρατεύομαι. Ἀλλ' ὁ δεῖνα ἔκλεψε, φησὶ, καὶ ὁ δεῖνα αὐτὸν κατεμήνυσε. Μάλιστα μὲν οὖν οὐδὲ πανταχοῦ τοῦτο ἀληθὲς, ἀλλὰ γέλως καὶ ψεῦδος· οὐδὲν γὰρ ἴσασιν· εἰ δέ τι ἴσασι, μᾶλλον τὰ ἑαυτῶν ὤφειλον λέγειν, πῶς τὰ πολλὰ ἀναθήματα τῶν εἰδώλων ἐκλάπη, πῶς τὸ πολὺ χρυσίον ἐχωνεύθη. ∆ιὰ τί μὴ προεῖπον τοῖς ἱερεῦσιν αὐτῶν; Ὥστε οὐδὲν ἴσασιν· ἀλλὰ χρημάτων μὲν ἕνεκεν οὐδὲ εἰπεῖν ἐδύναντο, 62.649 ὅταν οἱ ναοὶ αὐτῶν οἱ εἰδωλικοὶ ἐπίμπραντο, καὶ πολλοὶ συναπώλλυντο. ∆ιὰ τί μὴ φείδονται τῆς σωτηρίας τῆς αὑτῶν; Ἀλλ' ἐπιτυχία μόνον τὸ πρᾶγμά ἐστιν, εἴ πού τι καὶ προείποιεν. Εἰσὶ παρ' ἡμῖν προφῆται, ἀλλ' οὐκ ἀποτυγχάνουσιν· οὐ τοῦτο μὲν λέγουσιν, ἐκεῖνο δὲ ψεύδονται, ἀλλὰ πάντα ἀληθεύουσι· τοῦτο γὰρ προγνώσεώς ἐστι. Παύσασθέ ποτε τῆς μανίας, παρακαλῶ, εἴ γε τῷ Χριστῷ πιστεύετε· εἰ δὲ μὴ πιστεύετε, τί ἑαυτοὺς διασύρετε, τί ἀπατᾶτε; ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; τίνος γὰρ ἕνεκεν προσέρχῃ; τί ἐρωτᾷς; Ἅμα προσῆλθες, ἅμα ἠρώτησας, ὑπὸ τὴν δουλείαν σαυτὸν ἐποίησας· ὡς γὰρ πιστεύων ἐρωτᾷς. Οὒ, φησὶν, οὐ πιστεύων αὐτὸν ἀληθεύειν, ἀλλὰ πειράζων. Καὶ τὸ πειράζειν εἰ ἀληθεύει, οὐκ ἔστι πεπεισμένου ὅτι ψεύδεται, ἀλλ' ἔτι ἀμφιβάλλοντος. Τίνος οὖν ἕνεκεν ἐρωτᾷς τί ἔσται; Εἰ μὲν γὰρ τοῦτο λέγει, ὅτι τόδε ἔσται, τόδε πρᾶξον καὶ διαφεύξῃ, μάλιστα μὲν οὐδὲ οὕτως ἐχρῆν εἰδωλολατρεῖν, πλὴν ἀλλ' οὐ τοσαύτη ἡ ἀπόνοια· εἰ δὲ τὰ μέλλοντα προλέγουσιν, οὐδὲν ἄλλο κερδαίνει ὁ μαθὼν, ἢ λύπην περιττήν· τὸ μὲν γὰρ πρᾶγμα οὐκ ἐξέβη, τὴν δὲ λύπην ὑπέμεινεν, ἐταρίχευσεν ἑαυτόν. Εἰ συνέφερε τοῦτο, οὐκ ἂν ἡμῖν 62.647 πάντων προνοεῖ, ὅτι αὐτεξούσιοί ἐσμεν, ὅτι τὰ μὲν ἐνεργεῖ, τὰ δὲ συγχωρεῖ, ὅτι οὐδὲν πονηρὸν γίνεσθαι βούλεται, ὅτι οὐκ ἀπὸ τοῦ βουλήματος αὐτοῦ πάντα γίνεται, ἀλλὰ καὶ ἀπὸ τοῦ ἡμετέρου, πάντα τὰ κακὰ ἀπὸ τοῦ ἡμετέρου μόνον, πάντα τὰ ἀγαθὰ ἀπό τε τοῦ ἡμετέρου καὶ τῆς αὐτοῦ ῥοπῆς, ὅτι οὐδὲν αὐτὸν λανθάνει. ∆ιὰ τοῦτο πάντα ἐνεργεῖ. Εἶτα σὺ τοῦτο εἰδὼς, ἀρίθμει τίνα μὲν τὰ ἀγαθὰ, τίνα δὲ τὰ κακὰ, καὶ τίνα τὰ ἀδιάφορα· οἷον, ἀγαθὸν ἡ ἀρετὴ, κακὸν ἡ φαυλότης, ἀδιάφορα πλοῦτος, πενία, ζωὴ, θάνατος. Ἂν ταῦτα εἰδῇς, εἴσῃ καὶ μετὰ τούτων, ὅτι οἱ δίκαιοι διὰ τοῦτο θλίβονται, ἵνα στεφανωθῶσιν, οἱ ἁμαρτωλοὶ, ἵνα τῶν ἁμαρτιῶν δίκην ἐκτίσωσιν· οὐ πάντες δὲ οἱ ἁμαρτωλοὶ δίκην ἐνταῦθα τίνουσιν, ἵνα μὴ τῇ ἀναστάσει οἱ πολλοὶ ἀπιστῶσιν, ὥσπερ οὐ