1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

44

τὸν ∆εσπότην, ἀπέγνω τὸν εὐεργέτην, καὶ λέγει τῷ Ἀαρών· Ποίησον ἡμῖν θεούς. Εἰ θεοὺς, διὰ τί ποίησον; πῶς θεοὶ τὰ γινόμενα; Οὕτως ἡ κακία τυφλώττουσα, αὐτὴ ἑαυτῇ μάχεται, καὶ ἑαυτὴν ἀφανίζει. Εἷς ἐγένετο μόσχος, καὶ βοᾷ ὁ ἀχάριστος Ἰσραήλ· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου. Οὗτοι οἱ θεοί· ἕνα βλέπει μόσχον, ἓν τὸ γινόμενον εἴδωλον, διὰ τί οὖν, Οὗτοι οἱ θεοί; Ἵνα δείξῃ, ὅτι οὐχ ὃ βλέπει μόνον προσκυνεῖ, ἀλλὰ πολυθεΐαν φαντάζεται· τὴν γνώμην ἑρμηνεύει, οὐ τὸ φαινόμενον κρίνει. Ἵνα δὲ εἰς τὸ προκείμενον ἐπανέλθωμεν πάλιν, ἃ ἤκουσεν Ἰσραὴλ, ὁ τοσούτοις περιστοιχιζόμενος θαύμασι, καὶ τοσούτῳ νόμῳ παιδαγωγούμενος, καὶ ἠρνήσατο, ταῦτα ἡ Ῥαὰβ ἀποκεκλεισμένη ἐν τῷ πορνείῳ κηρύττει· λέγει γὰρ τοῖς κατασκόποις· Ἔγνωμεν ὅσα ἐποίησεν ὁ Θεὸς ὑμῶν τοῖς Αἰγυπτίοις. Ὁ Ἰουδαῖος λέγει· Οὗτοι οἱ θεοί σου οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου, καὶ ἡ πόρνη, οὐ θεοῖς, ἀλλὰ Θεῷ ἐπιγράφει τὴν σωτηρίαν. Ἔγνωμεν ὅσα ὁ Θεὸς ὑμῶν ἐποίησε τοῖς Αἰγυπτίοις ἐν τῇ ἐρήμῳ, καὶ ἠκούσαμεν, καὶ ἐτάκη ἡμῶν ἡ καρδία, καὶ ἰσχὺς ἐν ἡμῖν οὐκ ἔστιν. Ἔγνωμεν ὅσα ὁ Θεὸς ὑμῶν ἐποίησε. Βλέπεις πῶς ἀναλαμβάνει τοῦ νομοθέτου τὸ ῥῆμα διὰ πίστεως; Καὶ οἶδα, ὅτι ὁ Θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν αὐτοῦ Θεὸς οὐκ ἔστιν. Εἰκὼν τῆς Ἐκκλησίας ἡ Ῥαὰβ τῆς ποτε πεφυρμένης τῇ πορνείᾳ τῶν δαιμόνων, δεχομένης δὲ νῦν τοὺς τοῦ Χριστοῦ κατασκόπους, οὐ τοὺς παρὰ Ἰησοῦ τοῦ Ναυῆ, ἀλλὰ τοὺς ἀποστόλους τοὺς παρὰ Ἰησοῦ τοῦ ἀληθινοῦ Σωτῆρος ἀπεσταλμένους. Ἔγνων, φησὶν, ὅτι ὁ Θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν αὐτοῦ Θεὸς οὐκ ἔστι. Ταῦτα παρέλαβον οἱ Ἰουδαῖοι, καὶ οὐκ ἐφύλαξαν· ταῦτα ἤκουσεν ἡ Ἐκκλησία, 49.331 καὶ διετήρησεν. Ἀξία τοίνυν ἐπαίνου παντὸς Ῥαὰβ, ἡ εἰκὼν τῆς Ἐκκλησίας. ∆ιὰ τοῦτο καὶ ὁ γενναῖος Παῦλος, καταμαθὼν αὐτῆς τὸ ἀξίωμα τῆς πίστεως, καὶ οὐκ ἀδόκιμον ἡγησάμενος διὰ τὴν προτέραν κατάστασιν, ἀλλὰ δόκιμον διὰ τὴν ἔνθεον μεταβολὴν, συναριθμεῖ αὐτὴν τοῖς ἁγίοις πᾶσι, καὶ εἰρηκώς· Πίστει Ἄβελ θυσίαν προσήνεγκε· πίστει Ἀβραὰμ τὸ καὶ τὸ ἐποίησε· πίστει Νῶε κιβωτὸν εἰργάσατο· πίστει Μωϋσῆς τὰ καὶ τὰ ἐποίησε καὶ κατώρθωσε· καὶ πολλῶν ἐφεξῆς μνησθεὶς ἁγίων, τὸ τελευταῖον ἐπήγαγε· Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα. Καὶ ὅρα πῶς μετὰ πολλῆς σοφίας ἐκέρασε τὴν ἑαυτῆς εὐγνωμοσύνην. Ὅτε γὰρ ἀπεστάλησαν παρὰ τοῦ βασιλέως ζητοῦντες τοὺς κατασκόπους, λέγουσιν αὐτῇ· Εἰ εἰσῆλθον πρὸς σὲ ἄνδρες; Ἡ δὲ πρὸς αὐτούς· Ναὶ, φησὶν, εἰσῆλθον. Πρῶτον οἰκοδομεῖ τὴν ἀλήθειαν, καὶ οὕτως ἐπάγει τὸ ψεῦδος. Οὐδέποτε γὰρ καθ' αὑτὸ τὸ ψεῦδος πιστεύεται, ἐὰν μὴ προλαβὸν ἐνδείξηται τὴν ἀλήθειαν· διὰ τοῦτο οἱ πιθανῶς ψευδόμενοι πρῶτον λέγουσι τἀληθῆ καὶ πᾶσιν ὡμολογημένα, καὶ τότε ἐπάγουσι τὰ ψευδῆ καὶ ἀμφιβαλλόμενα. Εἰσῆλθον πρὸς σὲ κατάσκοποι; Λέγει, Ναί· εἰ γὰρ εἶπεν ἐξ ἀρχῆς, Οὒ, προεκαλεῖτο εἰς ἔρευναν τοὺς ἐπελθόντας· ἀλλὰ, Καὶ εἰσῆλθον, φησὶ, καὶ ἐξῆλθον τῇδε τῇ ὁδῷ, καταδιώξατε, καὶ καταλήψεσθε αὐτούς. Ὢ καλοῦ ψεύδους· ὢ καλοῦ δόλου οὐ προδιδόντος τὰ θεῖα, ἀλλὰ φυλάττοντος τὴν εὐσέβειαν. Εἰ τοίνυν τὴν Ῥαὰβ ἐκείνην ἡ μετάνοια σωτηρίας τοσαύτης ἠξίωσε, καὶ διὰ στόματος ἁγίων κηρύττεται, Ἰησοῦ μὲν τοῦ Ναυῆ βοῶντος ἐν τῇ ἐρήμῳ· Ζήτω Ῥαὰβ ἡ πόρνη, Παύλου δὲ λέγοντος, Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, πόσῳ μᾶλλον ἡμεῖς, ἐὰν προσάγωμεν τὴν μετάνοιαν, δεξόμεθα τὴν σωτηρίαν; Μετανοίας νῦν ὁ παρὼν καιρός· πολὺς γὰρ ὁ φόβος τῶν ἐπικειμένων ἡμῖν ἁμαρτημάτων, ἂν μὴ προλάβοι τὴν τιμωρίαν ἡ μετάνοια. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει· σβέσωμεν τὴν πυρκαϊὰν τῶν ἁμαρτημάτων, οὐχ ὕδασι πολλοῖς, ἀλλὰ μικροῖς δάκρυσι. Πολὺ τὸ πῦρ τῆς ἁμαρτίας, καὶ