1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

44

πολλὰ ἀναθήματα τῶν εἰδώλων ἐκλάπη, πῶς τὸ πολὺ χρυσίον ἐχωνεύθη. ∆ιὰ τί μὴ προεῖπον τοῖς ἱερεῦσιν αὐτῶν; Ὥστε οὐδὲν ἴσασιν· ἀλλὰ χρημάτων μὲν ἕνεκεν οὐδὲ εἰπεῖν ἐδύναντο, 62.649 ὅταν οἱ ναοὶ αὐτῶν οἱ εἰδωλικοὶ ἐπίμπραντο, καὶ πολλοὶ συναπώλλυντο. ∆ιὰ τί μὴ φείδονται τῆς σωτηρίας τῆς αὑτῶν; Ἀλλ' ἐπιτυχία μόνον τὸ πρᾶγμά ἐστιν, εἴ πού τι καὶ προείποιεν. Εἰσὶ παρ' ἡμῖν προφῆται, ἀλλ' οὐκ ἀποτυγχάνουσιν· οὐ τοῦτο μὲν λέγουσιν, ἐκεῖνο δὲ ψεύδονται, ἀλλὰ πάντα ἀληθεύουσι· τοῦτο γὰρ προγνώσεώς ἐστι. Παύσασθέ ποτε τῆς μανίας, παρακαλῶ, εἴ γε τῷ Χριστῷ πιστεύετε· εἰ δὲ μὴ πιστεύετε, τί ἑαυτοὺς διασύρετε, τί ἀπατᾶτε; ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; τίνος γὰρ ἕνεκεν προσέρχῃ; τί ἐρωτᾷς; Ἅμα προσῆλθες, ἅμα ἠρώτησας, ὑπὸ τὴν δουλείαν σαυτὸν ἐποίησας· ὡς γὰρ πιστεύων ἐρωτᾷς. Οὒ, φησὶν, οὐ πιστεύων αὐτὸν ἀληθεύειν, ἀλλὰ πειράζων. Καὶ τὸ πειράζειν εἰ ἀληθεύει, οὐκ ἔστι πεπεισμένου ὅτι ψεύδεται, ἀλλ' ἔτι ἀμφιβάλλοντος. Τίνος οὖν ἕνεκεν ἐρωτᾷς τί ἔσται; Εἰ μὲν γὰρ τοῦτο λέγει, ὅτι τόδε ἔσται, τόδε πρᾶξον καὶ διαφεύξῃ, μάλιστα μὲν οὐδὲ οὕτως ἐχρῆν εἰδωλολατρεῖν, πλὴν ἀλλ' οὐ τοσαύτη ἡ ἀπόνοια· εἰ δὲ τὰ μέλλοντα προλέγουσιν, οὐδὲν ἄλλο κερδαίνει ὁ μαθὼν, ἢ λύπην περιττήν· τὸ μὲν γὰρ πρᾶγμα οὐκ ἐξέβη, τὴν δὲ λύπην ὑπέμεινεν, ἐταρίχευσεν ἑαυτόν. Εἰ συνέφερε τοῦτο, οὐκ ἂν ἡμῖν ἐφθόνησεν ὁ Θεός· οὐκ ἂν ἐβάσκηνεν ὁ τὰ ἐν οὐρανοῖς εἰπών. Ὅσα γὰρ ἤκουσα παρὰ τοῦ Πατρὸς, 62.650 φησὶ, πάντα ἐγνώρισα ὑμῖν, καὶ πάντα ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀπήγγειλα ὑμῖν· καὶ, Οὐ λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους· ὑμεῖς φίλοι μού ἐστε. ∆ιὰ τί οὖν ταῦτα οὐκ ἐγνώρισεν ἡμῖν· Ὅτι βούλεται μηδένα λόγον ἔχειν ἡμᾶς αὐτῶν. Ἐπεὶ ὅτι οὐ βασκαίνει, τοῖς παλαιοῖς ταῦτα ἐλέγετο, καὶ περὶ ὄνου καὶ ἑτέρων τινῶν, ἐπειδὴ νήπιοι ἦσαν· ἡμῖν δὲ, ἐπειδὴ βούλεται μηδένα λόγον ἡμῖν εἶναι περὶ αὐτῶν, οὐδὲ φροντίδα ἔθετο ταύτην τοῦ γνωρίσαι ἡμῖν. Ἀλλὰ τί μανθάνομεν; Ὅπερ οὐκ ἔμαθον ἐκεῖνοι· μικρὰ γὰρ ἅπαντα ἐκεῖνα· ἃ δὲ ἡμεῖς ἐμάθομεν ἐστὶ ταῦτα, ὅτι ἐγειρόμεθα, ὅτι ἀθάνατοι ἐσόμεθα, ὅτι ἄφθαρτοι, ὅτι οὐκ ἔχει τέλος ἡ ζωὴ, ὅτι πάντα παρελεύσεται, ὅτι ἐν νεφέλαις ἁρπαγησόμεθα, ὅτι οἱ πονηροὶ κόλασιν τίσουσι, μυρία πρὸς τούτοις ἕτερα, καὶ οὐδέν ἐστι ψεῦδος. Οὐ πολλῷ βέλτιον εἰδέναι ταῦτα, ἢ ὅτι ὁ ὄνος ὁ ἀπολόμενος εὑρέθη; Ἰδοὺ ἔλαβες τὸν ὄνον, ἰδοὺ εὗρες· τί τὸ κέρδος; οὐ πάλιν ἀπολλύεις αὐτὸν ἑτέρῳ τρόπῳ; Κἂν γὰρ αὐτός σε μὴ ἀφῇ, σὺ αὐτὸν ἀφήσεις τῇ τελευτῇ· τὰ δὲ πράγματα, ἅπερ ἐγὼ εἶπον, ἂν κρατεῖν βουλώμεθα, διηνεκῶς ἔχομεν. Ἐκεῖνα τοίνυν διώκωμεν, ἐκείνων ἐχώμεθα τῶν μενόντων, τῶν βεβαίων. Μὴ προσέχωμεν μάντεσι, μηδὲ χρησμολόγοις, μηδὲ ἀγύρταις, ἀλλ' ἢ τῷ Θεῷ τῷ πάντα εἰδότι σαφῶς, τῷ τὴν γνῶσιν ἔχοντι τῶν ἁπάντων· καὶ οὕτω πάντα εἰσόμεθα, ὃ εἰδέναι χρὴ, καὶ πάντων τῶν ἀγαθῶν ἐπιτευξόμεθα.

ΟΜΙΛΙΑ Θʹ. Πᾶσα γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθω σιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ· ἵνα ἄρτιος ᾖ ὁ τοῦ

Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. αʹ. Πολλὴν παράκλησιν ποιησάμενος καὶ παραμυθίαν ἀπὸ πάντων, ἐπάγει καὶ τὴν ἀπὸ τῶν Γραφῶν τελειοτέραν οὖσαν· εἰκότως δὲ ποιεῖται τοσαύτην παράκλησιν, ἐπειδὴ μέγα τι καὶ λυπηρὸν ἔμελλεν ἐρεῖν. Εἰ γὰρ ὁ Ἑλισσαῖος μέχρις ἐσχάτης ἀναπνοῆς συνὼν τῷ διδασκάλῳ, καὶ ἐν τρόπῳ τελευτῆς ὁρῶν αὐτὸν τελευτῶντα, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, τί οἴει τοῦτον παθεῖν τὸν οὕτω μὲν ἀγαπώμενον, οὕτω δὲ ἀγαπῶντα,