1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

49

πάντα οἴσομεν εὐκόλως. Καὶ γὰρ τὸ δένδρον, ὅταν μὲν κατὰ βάθους παραπέμψῃ τὴν ῥίζαν, οὐδὲ σφοδρὰ καταιγὶς αὐτὸ διασαλεῦσαι δυνήσεται· ἂν δὲ ἐξ ἐπιπολῆς ᾖ κείμενον, καὶ ὑπὲρ τῆς ἐπιφανείας, κἂν μικρὰ προσπέσῃ ἀνέμου ῥοπὴ, πρόῤῥιζον αὐτὸ ἀνέσπασεν. Οὕτω καὶ ἐφ' ἡμῶν, ἐὰν καθηλώσωμεν τὰς σάρκας ἡμῶν τῷ φόβῳ τοῦ Θεοῦ, οὐδὲν παρασαλεῦσαι δυνήσεται· ἐὰν δὲ ἁπλῶς προτιθῶμεν, καὶ μικρὰ ῥοπὴ ἠφάνισε 62.655 καὶ ἀπώλεσε. ∆ιὸ παρακαλῶ, μετὰ πολλῆς τῆς προθυμίας ἅπαντα φέρειν, καὶ μιμεῖσθαι τὸν προφήτην τὸν λέγοντα, Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου. Ὅρα τί φησιν, Ἐκολλήθη ἡ ψυχή μου. Οὐχ ἁπλῶς εἶπεν, Ἤγγισεν, ἀλλ', Ἐκολλήθη. Καὶ πάλιν, Ἐδίψησέ σε ἡ ψυχή μου. Οὐχ ἁπλῶς εἶπεν, Ἐπεπόθησεν, ἵνα τὸ σφοδρὸν τοῦ πόθου διὰ τούτων ἐμφήνῃ τῶν λέξεων. Καὶ πάλιν, Καθήλωσον ἐκ τοῦ 62.656 φόβου σου τὰς σάρκας μου. Βούλεται γὰρ ἡμᾶς ἀεὶ προσκολλᾶσθαι αὐτῷ οὕτω καὶ συνδεδέσθαι, ὡς μηδέποτε αὐτοῦ ἀφίστασθαι. Ἂν οὕτως ἐχώμεθα τοῦ Θεοῦ, ἂν προσηλώσωμεν αὐτῷ τὰς ἡμετέρας διανοίας, ἂν διψῶμεν αὐτοῦ τὸν πόθον καὶ πάντα ἡμῖν ἔσται ἅπερ βουλόμεθα, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτευξόμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ μετὰ Πατρὸς καὶ ἁγίου Πνεύματος δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ιʹ. Σπούδασον ἐλθεῖν πρός με ταχέως. ∆ημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν. Τίτος εἰς ∆αλματίαν· Λουκᾶς ἐστι μόνος μετ' ἐμοῦ. Μάρκον ἀναλαβὼν, ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. Τὸν φελόνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος

φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. αʹ. Ἄξιον ζητῆσαι πῶς καλεῖ τὸν Τιμόθεον πρὸς ἑαυτὸν, εἴ γε Ἐκκλησίαν πεπιστευμένος ἦν, καὶ ἔθνος ὁλόκληρον. Οὐκ ἀπονοίας ἦν τὸ πρᾶγμα· αὐτὸς γὰρ ἕτοιμος ἦν ἐλθεῖν πρὸς αὐτόν· ἄκουε γὰρ αὐτοῦ λέγοντος, Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι. Ἀλλὰ τίνος ἕνεκεν; Ἀνάγκῃ κατείληπτο πολλῇ, καὶ κύριος ἀποδημίας οὐκέτι ἦν· δεσμωτήριον ᾤκει, καὶ συνεκέκλειστο ὑπὸ Νέρωνος, καὶ ὅσον οὔπω ἔμελλε τελευτᾷν. Ἵνα οὖν μὴ τοῦτο γένηται πρὸ τοῦ τὸν μαθητὴν ἰδεῖν, διὰ τοῦτο αὐτὸν καλεῖ, θεάσασθαι ποθῶν πρὸ τῆς τελευτῆς, καὶ ἴσως πολλὰ παραθέσθαι· διό φησι, Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν πρός με. ∆ημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα. Καὶ οὐ λέγει, Ἵνα σε ἴδω πρὶν ἀπελθεῖν ἐκ τοῦ βίου, ὃ μάλιστα ἐλύπει· ἀλλ', Ἐπειδὴ μόνος εἰμὶ, φησὶν, οὐδένα ἔχω τὸν συναντιλαμβανόμενόν μου. ∆ημᾶς με γὰρ ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην. Τουτέστι, τῆς ἀνέσεως ἐρασθεὶς, τοῦ ἀκινδύνου καὶ τοῦ ἀσφαλοῦς, μᾶλλον εἵλετο οἴκοι τρυφᾷν, ἢ μετ' ἐμοῦ ταλαιπωρεῖσθαι, καὶ συνδιαφέρειν μοι τοὺς παρόντας κινδύνους. Τοῦτον διέβαλε μόνον, οὐκ αὐτὸν διαβαλεῖν βουλόμενος, ἀλλ' ἡμᾶς στηρίξαι, ὥστε μὴ μαλακίζεσθαι ἐν τοῖς κινδύνοις μηδὲ ἐν τοῖς πόνοις· τοῦτο γάρ ἐστι, Τὸν παρόντα ἀγαπήσας αἰῶνα· ἅμα δὲ καὶ τὸν μαθητὴν ἐπισπάσασθαι βουλόμενος. Κρήσκης, φησὶν, εἰς Γαλατίαν, Τίτος εἰς ∆αλματίαν. Τούτους οὐκέτι διαβάλλει· καὶ γὰρ ὁ Τίτος τῶν σφόδρα θαυμαστῶν ἦν, ὥστε αὐτῷ τὰ κατὰ τὴν νῆσον ἐνεχείρισε, νῆσον οὐ μικρὰν, ἀλλὰ καὶ σφόδρα μεγάλην, τὴν Κρήτην λέγω. Λουκᾶς ἐστι μόνος μετ' ἐμοῦ. Αὐτὸς γὰρ