1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

51

Ἔλθωμεν λοιπὸν ἐπὶ τῆς ψυχῆς τῶν ἁμαρτημάτων. Ἡ ἁμαρτία τὴν αἰσχύνην ἔχει, ἡ ἁμαρτία τὸ ὄνειδος ἔχει, καὶ τὴν ἀτιμίαν συγκεκληρωμένην· ἡ μετάνοια τὴν παῤῥησίαν ἔχει, ἡ μετάνοια τὴν νηστείαν 49.339 ἔχει, ἡ μετάνοια τὴν δικαιοσύνην κέκτηται· Λέγε γὰρ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς· καὶ, ∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Εἰδὼς οὖν ὁ Σατανᾶς, ὅτι ἡ μὲν ἁμαρτία ἔχει τὴν αἰσχύνην, πρᾶγμα ἱκανῶς ἀποκροῦσαι τὸν ἁμαρτάνοντα δυνάμενον, ἡ δὲ μετάνοια ἔχει τὴν παῤῥησίαν, πρᾶγμα ἱκανὸν ἐπισπάσασθαι τὸν μετανοοῦντα, ἐνήλλαξε τὴν τάξιν, καὶ ἔδωκε τὴν αἰσχύνην τῇ μετανοίᾳ, καὶ τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ. Πόθεν τοῦτο; ἐγὼ λέγω. Ἁλίσκεταί τις ὑπὸ ἐπιθυμίας χαλεπῆς πρὸς πάνδημον πόρνην· ἀκολουθεῖ τῇ πόρνῃ ὡς αἰχμάλωτος· εἰσέρχεται εἰς τὸ καταγώγιον· οὐκ αἰσχυνόμενος, οὐκ ἐρυθριῶν συμπλέκεται τῇ πόρνῃ, πράττει τὴν ἁμαρτίαν· οὐδαμοῦ αἰσχύνη αὐτῷ, οὐδαμοῦ ἐρυθριᾷ· ἐξέρχεται ἐκεῖθεν μετὰ τὸ τέλος τῆς ἁμαρτίας, καὶ ἵνα μετανοήσῃ αἰσχύνεται. Ἄθλιε, ὅτε περιεπλέκου τῇ πόρνῃ, οὐκ ᾐσχύνου, ἀλλ' ὅτε ἦλθες μετανοῆσαι, τότε αἰσχύνῃ; Αἰσχύνεται, εἰπέ; εἰς τί ὅτε ἐπόρνευσεν οὐκ ᾐσχύνετο; Τὸ πρᾶγμα πράττει, καὶ οὐκ αἰσχύνεται, καὶ τὸ ῥῆμα ἐρυθριᾷ; ∆ιαβόλου δέ ἐστι κακουργία αὕτη. Ἐν τῇ ἁμαρτίᾳ οὐκ ἀφίησιν αὐτὸν αἰσχύνεσθαι, ἀλλὰ δημοσιεύεσθαι· οἶδε γὰρ, ὅτι ἐὰν αἰσχυνθῇ, φεύγει τὴν ἁμαρτίαν· ἐν τῇ μετανοίᾳ ποιεῖ αὐτὸν αἰσχύνεσθαι, οἶδε γὰρ ὅτι αἰσχυνόμενος οὐ μετανοεῖ. ∆ύο κακὰ ποιεῖ, καὶ εἰς τὴν ἁμαρτίαν ἕλκει, καὶ τὴν μετάνοιαν ἐπέχει. Τί αἰσχύνῃ λοιπόν; Ὅτε ἐπόρνευες, οὐκ ᾐσχύνου· ὅτε τὸ φάρμακον ἐπιτίθης, αἰσχύνῃ; ὅτε ἀπαλλάττεις ἑαυτὸν ἁμαρτίας, αἰσχύνῃ; Τότε ὤφειλες αἰσχύνεσθαι, τότε ἔδει σε αἰσχύνεσθαι, ὅτε ἡμάρτανες. Ὅτε ἐγίνου ἁμαρτωλὸς, οὐκ ᾐσχύνου· ὅτε γίνῃ δίκαιος, αἰσχύνῃ; Λέγε τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ὦ φιλανθρωπία ∆εσπότου. Οὐκ εἶπεν, Ἵνα μὴ κολασθῇς, ἀλλ' Ἵνα δικαιωθῇς· οὐκ ἤρκει αὐτῷ, ὅτι οὐ κολάζεις αὐτὸν, ἔτι καὶ δίκαιον ποιεῖς; Καὶ πάνυ. Ἀλλὰ πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ. ∆ίκαιον αὐτὸν ποιῶ. Καὶ ποῦ τοῦτο ἐποίησεν; Ἐπὶ τοῦ λῃστοῦ, ἵνα εἴπῃ μόνον ἐκεῖνο, Οὐδὲ φοβῇ σὺ τὸν Θεὸν, τῷ ἑταίρῳ αὐτοῦ. Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν. Λέγει πρὸς αὐτὸν ὁ Σωτήρ· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Οὐκ εἶπεν, Ἀπαλλάττω σε κολάσεως καὶ τιμωρίας, ἀλλ' εἰς τὸν παράδεισον εἰσάγει αὐτὸν δίκαιον. Εἶδες ἀπὸ ἐξομολογήσεως δίκαιον γενόμενον; Πολὺ φιλάνθρωπός ἐστιν ὁ Θεός· Υἱοῦ οὐκ ἐφείσατο, ἵνα δούλου φείσηται· παρέδωκε τὸν Μονογενῆ, ἵνα ἀγοράσῃ δούλους ἀγνώμονας· τὸ αἷμα τοῦ Υἱοῦ αὐτοῦ τιμὴν κατέβαλεν. Ὦ φιλανθρωπία ∆εσπότου. Καὶ μή μοι λέγε πάλιν· Ἥμαρτον πολλὰ, καὶ πῶς δυνήσομαι σωθῆναι; Σὺ οὐ δύνασαι, ὁ ∆εσπότης σου δύναται, καὶ οὕτως ὡς ἐξαλεῖψαι τὰ ἁμαρτήματα. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· οὕτως ἐξαλείφει τὰ ἁμαρτήματα, ὡς μήτε ἴχνος αὐτῶν μεῖναι. Ἐπὶ μὲν γὰρ τῶν σωμάτων οὐκ ἔνι τοῦτο, ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθῇ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισεν· ἀλλὰ πολλάκις ἐπλήγη τις εἰς τὴν ὄψιν, καὶ τὸ μὲν τραῦμα διώρθωσεν, ἡ δὲ οὐλὴ ἐναπέμεινεν, ἔλεγχον τοῦ τραύματος περιφέρουσα τὴν ἀμορφίαν τῆς ὄψεως· καὶ φιλονεικεῖ μυρία ὁ ἰατρὸς ἐξαλεῖψαι καὶ τὴν οὐλὴν, οὐ δύναται δέ· ἀντιπίπτει γὰρ αὐτῷ ἡ ἀσθένεια τῆς φύσεως, καὶ 49.340 τὸ ἀνίσχυρον τῆς τέχνης, καὶ τὸ εὐτελὲς τῶν φαρμάκων. Ὁ δὲ Θεὸς ὅταν ἐξαλείφῃ τὰ ἁμαρτήματα, οὐδὲ οὐλὴν ἀφίησιν, οὐδὲ ἴχνος συγχωρεῖ μεῖναι, ἀλλὰ μετὰ τῆς ὑγιείας καὶ τὴν εὐμορφίαν χαρίζεται, μετὰ τῆς ἀπαλλαγῆς τῆς κολάσεως καὶ δικαιοσύνην δίδωσι, καὶ ποιεῖ τὸν ἡμαρτηκότα ἴσον εἶναι τῷ μὴ ἡμαρτηκότι. Ἀναιρεῖ γὰρ τὸ ἁμάρτημα, καὶ ποιεῖ αὐτὸ μηδὲ εἶναι, μηδὲ γεγονέναι· οὕτω καθόλου αὐτὸ ἀναιρεῖ· οὐκ οὐλὴ, οὐκ ἴχνος, οὐκ ἔλεγχος, οὐ δεῖγμα. γʹ. Καὶ πόθεν δῆλον τοῦτο; Ὧν γὰρ ἐγὼ λέγω, καὶ τὰς ἀποδείξεις ὀφείλω