1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

53

πνευματικοῖς. ∆ύναται γὰρ μυριάκις ἀποθανεῖν, εἴ γε βούλοιτο· πολλαὶ γοῦν καὶ ἐμαρτύρησαν· δύναται σωφροσύνην ἀσκῆσαι, καὶ μᾶλλον τῶν ἀνδρῶν, ἅτε οὐ τοσαύτης ἐνοχλούσης αὐτῇ φλογὸς, καὶ κοσμιότητα καὶ σεμνότητα ἐπιδείξασθαι, καὶ ἁγιασμὸν, Οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον, καὶ χρημάτων ὑπεροψίαν, εἴ γε θέλοιεν, καὶ πάντα ἁπλῶς τὰ ἄλλα. Σπούδασον, φησὶ, πρὸ χειμῶνος ἐλθεῖν. Πῶς αὐτὸν κατεπείγει; καὶ οὐδαμοῦ τὸ λυπηρὸν τίθησιν· οὐ λέγει, πρὶν ἐμὲ τελευτῆσαι, ἵνα μὴ λυπήσῃ, ἀλλὰ, Πρὸ χειμῶνος ἐλθεῖν, ἵνα μὴ κατασχεθῇς. Ἀσπάζεταί σε, φησὶν, Εὔβουλος, καὶ Πούδης, καὶ Λίνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες. Ὀνομαστὶ αὐτῶν οὐ μέμνηται. Ὁρᾷς ὅτι ἐκεῖνοι θερμότεροι ἦσαν; Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου Οὐδὲν ταύτης τῆς εὐχῆς ἄμεινον. Μὴ ἄλγει, φησὶν, ὅτι ἀφίσταμαι· ὁ Κύριος μετὰ σοῦ. Καὶ οὐκ εἶπε, Μετὰ σοῦ, ἀλλὰ, Μετὰ τοῦ πνεύματός σου. ∆ιπλῆ ἡ βοήθεια τῆς χάριτος τοῦ Πνεύματος καὶ τοῦ Θεοῦ βοηθοῦντος αὐτῇ. Καὶ ἄλλως δὲ οὐκ ἔστιν εἶναι τὸν Θεὸν μεθ' ἡμῶν, μὴ τῆς χάριτος οὔσης τῆς πνευματικῆς· εἰ γὰρ ἐγκαταλειφθείημεν, πῶς ἔσται μεθ' ἡμῶν; Ἡ χάρις μεθ' 62.660 ἡμῶν. Ἀμήν. Καὶ ἑαυτῷ λοιπὸν ἐπεύχεται· τουτέστιν, ὥστε ἀεὶ εὐαρέστους εἶναι αὐτῷ, ὥστε χάριν ἔχειν μετὰ τοῦ χαρίσματος· ταύτης γὰρ οὔσης, οὐδὲν ἔσται λυπηρόν. Ὥσπερ γὰρ ὁ τὸν βασιλέα ὁρῶν, καὶ χάριν ἔχων παρ' αὐτῷ, οὐδενὸς ἐπαισθάνεται λυπηροῦ· οὕτω κἂν τῶν φίλων ἀπολιμπανώμεθα, κἂν εἰς δεινόν τι περιπέσωμεν, οὐδενὸς αἴσθησιν ληψόμεθα, τῆς χάριτος οὔσης ἐκείνης καὶ τειχιζούσης ἡμᾶς. δʹ. Πῶς δὲ ἔνι τὴν χάριν ἐπισπάσασθαι λοιπόν; Τὰ τῷ Θεῷ φίλα πράττοντα, καὶ ἐν πᾶσιν αὐτῷ ὑπακούοντα. Ἢ καὶ ἐν ταῖς μεγάλαις οἰκίαις οὐκ ἐκείνους ὁρῶμεν χάριν ἔχοντας τῶν οἰκετῶν, ὅσοι μὴ τὰ αὐτῶν μεριμνῶσιν, ἀλλὰ τὰ τῶν δεσποτῶν πάσῃ ψυχῇ καὶ προθυμίᾳ, οὐ δι' ἀνάγκην μόνην δεσποτικὴν, ἀλλὰ καὶ διὰ προθυμίαν καὶ διὰ φιλοστοργίαν εὖ διατιθῶσιν ἅπαντα; Ὅταν ἀεὶ ἐν τοῖς ὀφθαλμοῖς ὦσι τοῖς αὐτῶν, ὅταν ἐπὶ τῆς οἰκίας στρέφωνται, ὅταν μηδὲν ἴδιον πραγματεύωνται, μηδὲ τῶν οἰκείων φροντίζωσι, μᾶλλον δὲ ἀντὶ τῶν ἰδίων ἔχωσι τὰ δεσποτικά; Ὁ γὰρ τὰ αὑτοῦ τοῦ δεσπότου ποιησάμενος, οὐ τὰ αὑτοῦ τοῦ δεσπότου πεποίηκεν, ἀλλὰ τὰ τοῦ δεσπότου αὑτοῦ· ὁμοίως αὐτῷ ἐπιτάττει ἐν τοῖς ἐκείνου, ὁμοίως ἐκείνῳ κρατεῖ. Πολλοὶ δὲ τῶν οἰκετῶν μᾶλλον αὐτὸν δεδοίκασι, καὶ ὅπερ ἂν εἴπῃ οὗτος, τοῦτο κἀκεῖνος· πάντες οἱ ἐχθροὶ λοιπὸν ἐν φόβῳ. Εἰ δὲ ὁ ἐν τοῖς βιωτικοῖς τῶν αὑτοῦ καταφρονήσας, καὶ τὰ τοῦ δεσπότου ἑλόμενος, οὐχὶ κατεφρόνησε τῶν αὑτοῦ, ἀλλὰ μᾶλλον μειζόνων ἐπέτυχε· πολλῷ μᾶλλον ἐν τοῖς πνευματικοῖς. Καταφρόνησον τῶν σῶν, καὶ ἔλαβες τὰ τοῦ Θεοῦ· βούλεται αὐτὸς τοῦτο. Καταφρόνησον τῆς γῆς, καὶ ἅρπασον τὴν βασιλείαν τῶν οὐρανῶν· ἐκεῖ δίαγε, μὴ ἐνταῦθα· ἐκεῖθεν ἔσο φοβερὸς, μὴ ἐνταῦθα. Ἐκεῖθεν ἂν ᾖς φοβερὸς, οὐχὶ ἀνθρώποις μόνον, ἀλλὰ καὶ δαίμοσι καὶ αὐτῷ τῷ διαβόλῳ ἔσῃ φοβερός· ἂν δὲ ἀπὸ τῶν χρημάτων τῶν ἐνταῦθα, ἐκείνοις εὐκαταφρόνητος ἔσῃ, πολλάκις δὲ καὶ ἀνθρώποις· ὅσα ἂν πλουτήσῃς, ἐν τοῖς δουλικοῖς πλουτήσεις· ἂν δὲ τούτων ὑπερίδῃς, ἐν τῷ οἴκῳ τῷ βασιλικῷ λαμπρὸς ἔσῃ. Τοιοῦτοι ἦσαν οἱ ἀπόστολοι, καταφρονήσαντες τῆς δουλικῆς οἰκίας, καὶ τῶν ἐνταῦθα χρημάτων. Καὶ ὅρα πῶς τοῖς δεσποτικοῖς ἐπέταττον. Ὁ δεῖνα, φησὶν, ἀπηλλάχθω νόσου, ἕτερος δαιμόνων, καὶ δῆσον ἐκεῖνον, καὶ λῦσον τοῦτον. Ἐπὶ γῆς τοῦτο ἐγίνετο, ἀλλ' ὡς ἐν οὐρανοῖς ἐτελεῖτο. Ὅσα γὰρ ἂν δήσητε, φησὶν, ἐπὶ γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ. Καὶ μείζονα αὐτοῖς ἔδωκεν αὐτοῦ ἐξουσίαν. Καὶ ὅτι οὐκ ἐψευσάμην, ἄκουε αὐτοῦ λέγοντος· Ὁ πιστεύων εἰς ἐμὲ, μείζονα ποιήσει ὧν ἐγὼ ποιῶ. Τί δήποτε; Ὅτι καὶ οὕτως εἰς τὸν ∆εσπότην ἡ τιμὴ διαβαίνει. Ἐπεὶ