1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

54

καὶ ἐν τοῖς ἡμετέροις πράγμασιν, ὅταν μεγάλα δύνηται ὁ οἰκέτης, μᾶλλον θαυμάζεται ὁ δεσπότης. Εἰ γὰρ ὁ οἰκέτης τοσαῦτα δύναται, πόσῳ μᾶλλον ὁ κρατῶν αὐτοῦ; Εἰ δέ τις ἀφεὶς τὴν δεσποτικὴν ὑπηρεσίαν, φροντίζοι τῆς αὑτοῦ γυναικὸς καὶ τοῦ παιδίου καὶ τοῦ οἰκέτου, καὶ βούλοιτο πλουτεῖν, ἀποτίθεσθαι ἐκεῖ, ἢ κλέπτων, ἢ λυμαινόμενος τοῖς δεσποτικοῖς, ταχέως καὶ ἑαυτὸν μετὰ τῶν χρημάτων προσαπώλεσε. ∆ιὸ ταῦτα ἔχοντες τὰ ὑποδείγματα, παρακαλῶ, μὴ φροντίζωμεν τῶν ἡμετέρων, ἵνα φροντίζωμεν ἑαυτῶν· καταφρονῶμεν αὐτῶν, ἵνα κτησώμεθα αὐτά. Ἂν ἡμεῖς αὐτῶν 62.661 καταφρονήσωμεν, αὐτὸς αὐτῶν ἐπιμελήσεται· ἂν ἡμεῖς ἐπιμελησώμεθα αὐτῶν, ὁ Θεὸς αὐτῶν καταφρονήσει. Ἐν τοῖς τοῦ Θεοῦ κάμνωμεν, μὴ ἐν τοῖς ἡμετέροις, μᾶλλον δὲ ἐν τοῖς ἡμετέροις· τὰ γὰρ αὐτοῦ ἡμέτερα. Οὐ λέγω οὐρανὸν, οὐ λέγω γῆν, οὐ λέγω τὰ ἐν κόσμῳ· ταῦτα γὰρ αὐτοῦ ἀνάξια, ταῦτα οὐχ ἡμῶν μόνον ἐστὶν, ἀλλὰ καὶ τῶν ἀπίστων· ἀλλὰ τίνα λέγω αὐτοῦ; ∆όξαν, βασιλείαν· ταῦτα καὶ αὐτοῦ, καὶ ἡμέτερα δι' αὐτόν. Πῶς; Εἰ συναπεθάνομεν, φησὶ, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Συγκληρονόμοι ἐγενόμεθα, καὶ ἀδελφοὶ λεγόμεθα. Τί ἡμεῖς ἑαυτοὺς κάτω κατάγομεν, αὐτοῦ ἡμᾶς ἄνω καὶ πρὸς ἑαυτὸν ἕλκοντος; Μέχρι πότε πενιχροὶ, μέχρι πότε πτωχοί; οὐρανὸς πρόκειται, καὶ ἡμεῖς περὶ τὴν γῆν στρεφόμεθα; οὐρανοῦ βασιλεία, καὶ ἡμεῖς τὴν ἐνθάδε πενίαν αἱρούμεθα; ζωὴ ἀθάνατος, καὶ ἡμεῖς περὶ ξύλα καὶ λίθους καὶ ἀγροὺς δαπανώμεθα; Γενοῦ πλούσιος, τοῦτο κἀγὼ βούλομαι· πλεονέκτησον, καὶ ἅρπασον· ἐνταῦθα οὐκ ἔστι μέμψις· ἐνταῦθα τὸ μὴ πλεονεκτῆσαι ἔγκλημα, ἐνταῦθα τὸ μὴ ἁρπάσαι κατηγορία. Τί δὴ τοῦτό ἐστιν; Ἡ βασιλεία, φησὶ, τῶν οὐρανῶν βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Γενοῦ βίαιος ἐκεῖ, γενοῦ ἅρπαξ, οὐ μειοῦται τὸ ἁρπαζόμενον. Οὐδὲ γὰρ μερίζεται ἡ ἀρετὴ, οὐ μειοῦται οὐδὲ ἡ εὐσέβεια, οὐδὲ ἡ βασιλεία τῶν οὐρανῶν. Τότε αὔξεται ἡ ἀρετὴ, ὅταν ἁρπάσῃς· τότε τὰ σωματικὰ μειοῦται, ὅταν ἁρπάσῃς· καὶ δῆλον ἐκεῖθεν. Ἔστωσαν ἐν πόλει μύριοι ἄνδρες· οὗτοι ἂν μὲν πάντες ἁρπάζωσι τὴν ἀρετὴν καὶ τὴν δικαιοσύνην, ἐπλεόνασαν αὐτήν· ἐν γὰρ τοῖς μυρίοις γίνονται δίκαιοι· ἂν δὲ μὴ ἁρπάσωσιν, ἠλάττωσαν· οὐδαμοῦ γὰρ φαίνεται. εʹ. Ὁρᾷς ὅτι ἐν τῷ ἁρπάζεσθαι πλεονεκτεῖ μᾶλλον τὰ ἀγαθά· ταῦτα δὲ ἐν τῷ ἁρπάζεσθαι μειοῦται μᾶλλον; Μὴ τοίνυν τῇ πενίᾳ προσκαθεζώμεθα, ἀλλὰ τὸν πλοῦτον ἑλώμεθα. Πλοῦτος Θεοῦ ἐστι τὸ πολλοὺς εἶναι τοὺς ἀπολαύοντας τῆς βασιλείας. Ὁ πλουτῶν, φησὶν, εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Αὔξησον αὐτοῦ τὴν οὐσίαν· αὐξήσεις δὲ, ἂν ἁρπάσῃς, ἂν πλεονεκτήσῃς, ἂν βιάσῃ. Βίας ὄντως χρεία. Τί δήποτε; Ὅτι πολλοὶ οἱ κωλύοντες, γυναῖκες, παῖδες, φροντίδες, τὰ κοσμικὰ πράγματα, μετὰ τούτων δαίμονες, καὶ αὐτὸς ὁ τῶν δαιμόνων ἀρχηγέτης ὁ διάβολος. ∆εῖ τοίνυν βίας, δεῖ καρτερίας. Ὁ βιαζόμενος ἐν πόνοις ἐστί. Πῶς; πάντα ὑπομένει, καὶ πρὸς ἀνάγκην ἵσταται. Πῶς; σχεδὸν τοῖς ἀδυνάτοις ἐπιχειρεῖ. Εἰ τοίνυν οἱ μὲν βιαζόμενοι τοιοῦτοι, ἡμεῖς δὲ οὐδὲ τοῖς δυνατοῖς ἐπιχειροῦμεν, πότε ἐπιτευξόμεθα; πότε ἀπολαυσόμεθα τῶν σπουδαζομένων; Βιασταὶ, φησὶν, ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν. Βίας χρεία καὶ ἁρπαγῆς· οὐ γὰρ ἁπλῶς 62.662 πρόκειται, οὐδὲ ἐξ ἑτοίμου. Ὁ ἁρπάζων, διαπαντὸς νήφει, διεγήγερται, φροντίζει καὶ μεριμνᾷ, ὥστε εὐκαίρως ἐπιθέσθαι τῇ ἁρπαγῇ. Οὐχ ὁρᾶτε ἐν τοῖς πολέμοις, ὅτι ὁ ἁρπάσαι βουλόμενος δι' ὅλης τῆς νυκτὸς ἀγρυπνεῖ; δι' ὅλης ὥπλισται; Εἰ τοίνυν οἱ τὰ βιωτικὰ ἁρπάζοντες, καὶ νύκτα ἀγρυπνοῦσι, καὶ ὁπλίζονται, πῶς τὰ τούτων μείζονος δεόμενα τῆς σπουδῆς, τὰ πνευματικὰ, ἁρπάσαι βουλόμενοι, καὶ ἐν ἡμέρᾳ καθεύδομεν καὶ ῥέγχομεν, καὶ ἀεὶ ἄοπλοι καὶ γυμνοὶ διατελοῦμεν; Ὁ γὰρ ἐν ἁμαρτίαις στρεφόμενος, ἄοπλός ἐστι καὶ γυμνὸς, ὥσπερ ὁ ἐν δικαιοσύνῃ, ὡπλισμένος. Οὐκ ἐλεημοσύνῃ περιφράττομεν ἑαυτοὺς, οὐ τὰς ἀναπτομένας λαμπάδας ἑαυτοῖς εὐτρεπίζομεν, οὐ