1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

56

τραπέζης, τῶν Χερουβὶμ παρισταμένων, καὶ τῶν Σεραφὶμ ἱπταμένων, τῶν ἑξαπτερύγων τὰ πρόσωπα κατακαλυπτόντων, πασῶν τῶν ἀσωμάτων δυνάμεων μετὰ τοῦ ἱερέως ὑπὲρ σοῦ πρεσβευουσῶν, τοῦ πυρὸς τοῦ πνευματικοῦ κατερχομένου, τοῦ αἵματος ἐν τῷ κρατῆρι εἰς σὴν κάθαρσιν ἐκ τῆς ἀχράντου πλευρᾶς κενουμένου, οὐ φοβῇ, οὐκ ἐρυθριᾷς καὶ κατὰ ταύτην τὴν φοβερὰν ὥραν ψεύστης εὑρισκόμενος; Ἑκατὸν ἑξήκοντα ὀκτὼ ὥρας ἐχούσης τῆς ἑβδομάδος, μίαν καὶ μόνην ὥραν ἀφώρισεν ἑαυτῷ ὁ Θεός· καὶ ταύτην εἰς πράγματα βιωτικὰ καὶ εἰς γελοῖα καὶ εἰς συντυχίας ἀναλίσκεις; Μετὰ ποίας λοιπὸν παῤῥησίας τοῖς μυστηρίοις προσέρχῃ; μετὰ ποίου συνειδότος μεμολυσμένου; Ἆρα εἰ ἐβάσταζες κόπρον ἐν ταῖς χερσί σου, ἐτόλμας προσψαῦσαι τοῦ κρασπέδου τοῦ ἐπιγείου βασιλέως; Οὐδαμῶς. Μὴ ὅτι ἄρτος ἐστὶν ἴδῃς, μηδ' ὅτι οἶνός ἐστι νομίσῃς· οὐ γὰρ ὡς αἱ λοιπαὶ βρώσεις εἰς ἀφεδρῶνα χωρεῖ· ἄπαγε! μὴ τοῦτο νόει· ἀλλὰ ὥσπερ κηρὸς πυρὶ προσομιλήσας οὐδὲν ἀπουσιάζει, οὐδὲν περισσεύει· οὕτω καὶ ὧδε νόμιζε συναναλίσκεσθαι τὰ μυστήρια τῇ τοῦ σώματος οὐσίᾳ. ∆ιὸ καὶ προσερχόμενοι, μὴ ὡς ἐξ ἀνθρώπου νομίσητε μεταλαμβάνειν τοῦ θείου σώματος, ἀλλ' ὡς ἐξ αὐτῶν τῶν Σεραφὶμ τῇ λαβίδι τοῦ πυρὸς, ἥνπερ Ἡσαΐας εἶδε, τοῦ θείου σώματος μεταλαμβάνειν νομίζετε, καὶ ὡς τῆς θείας καὶ ἀχράντου πλευρᾶς ἐφαπτόμενοι τοῖς χείλεσιν, οὕτω τοῦ σωτηρίου αἵματος μεταλάβωμεν. 49.346 Τοιγαροῦν, ἀδελφοὶ, τῶν ἐκκλησιῶν μὴ ἀπολειπώμεθα, μήτε πάλιν ἐν αὐταῖς συντυχίαις ἑαυτοὺς ἀσχολῶμεν· στῶμεν ἔμφοβοι καὶ ἔντρομοι, κάτω νεύοντες τὸ ὄμμα, ἄνω δὲ τὴν ψυχήν· στενάζοντες ἀφώνως, ἀλαλάζωμεν τῇ καρδίᾳ. Ἢ οὐχ ὁρᾶτε τοὺς τῷ αἰσθητῷ καὶ φθαρτῷ καὶ προσκαίρῳ καὶ ἐπιγείῳ βασιλεῖ παρισταμένους, πῶς εἰσιν ἀμετακίνητοι, μὴ φθεγγόμενοι, μὴ σειόμενοι, μὴ τοὺς ὀφθαλμοὺς ὧδε κἀκεῖσε πέμποντες, ἀλλὰ στυγνοὶ, κατηφεῖς, ἔμφοβοι; Ἐξ αὐτῶν, ὦ ἄνθρωπε, τὸν ἔλεγχον λάβε, καὶ οὕτω παρακαλῶ παρίστασθαι ὑμᾶς τῷ Θεῷ, ὥσπερ εἰσερχόμενοι ἐνώπιον τοῦ ἐπιγείου βασιλέως τυγχάνετε· πολλῷ μᾶλλον τῷ ἐπουρανίῳ βασιλεῖ μετὰ φόβου παρίστασθαι χρή. Ταῦτα πολλάκις λέγων οὐ παύσομαι, ἕως οὗ διορθωθέντας ἴδω. Εἰσερχόμενοι δὲ εἰς τὴν ἐκκλησίαν, ὡς Θεῷ πρέπει εἰσέλθωμεν, μὴ μνησικακίαν ἐν τῇ ψυχῇ ἔχοντες, μήπως εὐχόμενοι, καθ' ἑαυτῶν εὐχώμεθα, λέγοντες· Ἄφες ἡμῖν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Φοβερὸν γάρ ἐστι τὸ λεγόμενον, καὶ σχεδὸν εἰπεῖν, τοιοῦτο πρὸς τὸν Θεὸν βοᾷ ὁ τοῦτο λέγων· Ἀφῆκα, ∆έσποτα, ἄφες· ἔλυσα, λῦσον· συνεχώρησα, συγχώρησον· εἰ ἐκράτησα, κράτησον· εἰ μὴ ἔλυσα τῷ πλησίον, μηδὲ σὺ λύσῃς τὰ ἐμὰ ἁμαρτήματα· ἐν ᾧ μέτρῳ ἐμέτρησα, ἀντιμετρηθήτω μοι. Ταῦτα εἰδότες, καὶ τὴν φοβερὰν ἡμέραν ἐκείνην ἐνθυμηθέντες, καὶ τὸ πῦρ ἐκεῖνο, καὶ τὰ φοβερὰ κολαστήρια εἰς νοῦν λαβόντες, ἐπιστρέψωμεν λοιπὸν ἐκ τῆς πεπλανημένης ὁδοῦ ἡμῶν. Ἐλεύσεται γὰρ ὥρα ὅταν τὸ θέατρον τοῦ κόσμου τούτου διαλυθήσεται· καὶ οὕτως οὐκ ἔστι λοιπὸν ἀγωνίζεσθαι· οὐκ ἔστι μετὰ τὴν πάροδον τοῦ βίου πραγματεύσασθαι, οὐκ ἔστι μετὰ τὴν τοῦ θεάτρου ἀπόλυσιν στεφανωθῆναι. Οὗτος ὁ καιρὸς μετανοίας, ἐκεῖνος κρίσεως· οὗτος ὁ καιρὸς τῶν ἀγώνων, ἐκεῖνος τῶν στεφάνων· οὗτος κόπου, ἐκεῖνος ἀνέσεως· οὗτος καμάτου, ἐκεῖνος ἀνταποδόσεως. ∆ιεγέρθητε, παρακαλῶ, διεγέρθητε, καὶ τῶν λεγομένων προθύμως ἀκούσωμεν. Ἐζήσαμεν τῇ σαρκὶ, ζήσωμεν λοιπὸν καὶ τῷ πνεύματι· ἐζήσαμεν ταῖς ἡδοναῖς, ζήσωμεν λοιπὸν καὶ ταῖς ἀρεταῖς· ἐζήσαμεν τῇ ἀμελείᾳ, ζήσωμεν καὶ τῇ μετανοίᾳ. Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Τί φυσιοῦσαι, ὦ ἄνθρωπε; τί μεγαλαυχεῖς σεαυτόν; τί ἐλπίζεις ἐκ τῆς τοῦ κόσμου δόξης καὶ τοῦ πλούτου; Ἐξέλθωμεν ἐπὶ τοὺς τάφους, παρακαλῶ, καὶ ἴδωμεν τὰ ἐκεῖσε μυστήρια· ἴδωμεν τὴν φύσιν διεσπαραγμένην, ὀστᾶ βεβρωμένα, σώματα σεσηπότα· κἂν σοφὸς ᾖς, ἐπίσκεψαι, κἂν φρόνιμος, εἰπέ μοι, τίς