1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

30

ἐστὲ ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν." Εἰ δὲ τὸ Πνεῦμα τοῦ Πατρὸς ὁμότιμον τῷ Πατρὶ, ὡς ἀποδέδεικται, ὁμότιμον δὲ καὶ τῷ Υἱῷ, ὡς ὡμολόγηται· δῆλον, ὅτι τὴν ἴσην καὶ πρὸς ἀλλήλας ἔχουσι σχέσιν αἱ θεῖαι ὑποστάσεις. Τὰ γὰρ τῷ αὐτῷ ἴσα, καὶ ἀλλήλοις ἴσα πάντως ἐστίν· ἴσος δὲ ὁ Υἱὸς τῷ Πατρὶ, ἴσον δὲ καὶ τὸ Πνεῦμα τῷ Υἱῷ· δῆλον, ὅτι ὁμοίως ἴσον ἐστὶ καὶ τῷ Πατρί. Αὐτοῦ τοίνυν εἰπόντος τὸ θεσπέσιον Πνεῦμα λαλεῖν ἐν τοῖς ἀποστόλοις, ὁ Παῦλος, διὰ τὴν ἀπαραλλαξίαν τῆς φύσεως καὶ διδαχῆς, τὸν Χριστὸν ἰσχυρίζεται λαλεῖν ἐν αὐτῷ, γράφων· "Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ." Σημειωτέον δὲ, ὡς ὅλα ταῦτα τὴν ἐπιφάνειαν τοῦ Πνεύματος αὐθεντικῶς δηλοῖ γεγενῆσθαι· καὶ ἐν τῷ Λουκᾷ δὲ, ὡς προελέχθη, προείρηκεν αὐτοῖς· "Ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους." Αὕτη δὲ ἐτύγχανεν ἡ τοῦ θεϊκοῦ Πνεύματος.

ΚΕΦ. ΙΗʹ. Ἥντινα ἀλκὴν ἐνδυσάμενοι οὐκ ἔτι εὐκατάπληκτοι καθεστήκεσαν,

ὡς γέγραπται, ὅτι ἦσαν κεκλεισμέναι αἱ θύραι, τῶν μαθητῶν κρυπτομένων διὰ τὸν φόβον τῶν Ἰουδαίων, καὶ ὅτι Πέτρος ὁ πρόκριτος 39.728 τῶν ἀποστόλων, διὰ κόρης ἀπειλὴν διωμνύετο μὴ εἰδέναι τὸν Κύριον, τὸν ποιήσαντα αὐτὸν κλειδοῦχον τῶν οὐρανῶν· ἀλλ' οἱ δυοκαίδεκα μόνοι, καὶ αὐτοὶ οὐχ ὑφ' ἓν ὄντες, ἀντέστησαν μονονουχὶ πάσῃ τῇ οἰκουμένῃ, δήμοις ὅλοις ἀντικράζοντες· "Οὐ δυνάμεθα ἡμεῖς ἃ ἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν." Ἀλλὰ καὶ πάσῃ τῇ διαβολικῇ πλάνῃ παρετάξαντο, καὶ τὴν κτισματολατρείαν ἀπήλασαν, καὶ τὴν λεγομένην ἀχλὺν ἀφεῖλον τῆς τῶν ἀνθρώπων ψυχῆς, ἣ πρὶν ἐπῆεν, ὥς φασιν, Ὄφρ' εὖ γινώσκοιεν ἠμὲν Θεὸν ἠδὲ καὶ ἄνδρα. ∆ιὰ δὲ τῆς τῶν χειρῶν ἐπιθέσεως ποικίλων νόσων ἀπήλλαττον τοὺς ἀνθρώπους· ὡς Πέτρου μὲν καὶ τὴν ἀποπίπτουσαν τοῦ σώματος σκιὰν, Παύλου δὲ καὶ τὰ σουδάρια τοῦ χρωτὸς ἰάσεις ἀποτελεῖν. Καὶ Παῦλος μὲν Ῥωμαίοις ἔγραφεν· "Ἐν τῷ πιστεύεινεἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος ἁγίου." Πέτρος δὲ μετὰ παῤῥησίας τὸν διάβολον κατειργάζετο, καὶ τοῦ ἁγίου Πνεύματος τὴν θεϊκὴν οὐσίαν ἀνεφθέγγετο, πρὸς τὸν Ἀνανίαν λέγων· "∆ιὰ τί ἐπείρασεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον;" Τίς γὰρ ὁ ψευσθείς; Εἶπεν ἐπαγαγών· "Οὐκ ἐψεύσω ἀνθρώπῳ, ἀλλὰ τῷ Θεῷ." Οὐκ ἦν γὰρ αὐτοῖς ἐν αἰδοῖ τις, ἥττων χρημάτων ὑπάρχων, ἢ ἄδικον ἀναπνέων, ἢ σῶφρον μὴ βλέπων, ἢ μὴ διακείμενος περὶ τὴν ὁμοούσιον Τριάδα εἰλικρινῶς, κἂν τυχὸν ἦν τοῖς πρώτοις ἐπιβεβηκὼς κοσμικοῖς θρόνοις, καὶ τὰς ἄκρας ἐν χεροῖν ἔχων ἀρχάς. Ὑπερεώρων δὲ καὶ αὐτῆς τῆς βασιλικῆς ἁλουργίδος, καὶ κρείττονες ἧσαν χρημάτων, τὸν ἀμείωτον θησαυρὸν ἔχοντες τοῦ ἁγίου Πνεύματος. Ἐλάλουν δὲ 39.729 καὶ ἑτέραις γλώσσαις, "καθὼς," φησὶν, "τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτούς·" καὶ συνίεσαν ὁμιλίαν οἱ Γαλιλαῖοι Πάρθων, Μήδων, Περσῶν, καὶ ἀλλοθρόων ἄλλων ἀνθρώπων, ἔτι δὲ καὶ τὴν Ἑλλάδα καὶ Αὐσονίαν γλῶτταν· πολύφωνοί τε ἐγίνοντο, καὶ ἀνεδείκνυντο, οἷοί περ ἐν τῷ μέλλοντι αἰῶνι εὑρίσκεσθαι μέλλομεν, τῶν τοῦδε τοῦ κόσμου ἀπολυθέντες δεσμῶν, κατὰ τὴν Παύλου φωνήν· "Ὅπου οὐκ ἔνι Ἕλλην, βάρβαρος, Σκύθης· ἀλλὰ τὰ πάντα ἐν πᾶσιν Χριστός." Πρόδηλον δὲ, ὡς διὰ τὸ τῆς Τριάδος ταυτούσιον εἶπεν· "Πάντα ἐν πᾶσιν Χριστός·" ἐπεὶ ποῦ ζητοῦμεν τὸν .....................

ΚΕΦ. ΙΘʹ. ........................... ἢ ὁ Πατὴρ ἐνηνθρωπηκέναι νομισθείη. Τὸ καὶ περὶ

τοῦ ἁγίου Πνεύματος ἀμυδρῶς ὁμοῦ καὶ τηλαυγῶς ἐμνημόνευεν, πρὸς τὸ αὐτοὺς κατὰ μέρος τὴν ὄψιν φωτιζομένους εἰς νόησιν τῶν θείων λογίων, καὶ, κατὰ τὸν Παῦλον, "ἀπὸ δόξης εἰς δόξαν" ἐρχομένους, δυνηθῆναι μαθεῖν τὰς αὐτοτελεῖς τρεῖς ὑποστάσεις. Καὶ τοῦτό ἐστιν ὅπερ ἐν ιζʹ φέρεται ψαλμῷ· "Λαὸς, ὃν οὐκ ἔγνων,