1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

5

ἀρεταί, ἀλλὰ τῆς ψυχῆς τὰ κατορθώματα, εἰκότως, ὅταν εἰς ταῦτα ἡ βλάβη γίνηται, οὐδὲν ἡ ἀνθρωπινὴ παραβλάπτεται ἀρετή. Τί οὖν ἂν εἰς αὐτήν τις παραβλαβῇ τῆς ψυχῆς τὴν φιλοσοφίαν; οὐδὲ ἐνταῦθα ἂν βλαβῇ, παρ' ἑτέρου βλάπτεται, ἀλλ' οἴκοθεν καὶ παρ' ἑαυτοῦ. Πῶς οἴκοθεν καὶ παρ' ἑαυτοῦ; φησίν. Ὅταν μαστιχθῇ παρ' ὁτουοῦν ἢ τὰ ὄντα ἀφαιρεθῇ ἢ χαλεπήν τινα ἑτέραν ὑπομείνας ἐπήρειαν, βλάσφημόν τι ῥῆμα ἐξενεγκῇ, ἐβλάβη μὲν ἐνταῦθα καὶ βλάβην μεγίστην· οὐ μὴν παρὰ τοῦ ἐπηρεάσαντος, ἀλλὰ παρὰ τῆς οἰκείας μικροψυχίας. Ὅπερ γὰρ ἔμπροσθεν εἶπον, καὶ νῦν ἐρῶ. Οὐδεὶς ἀνθρώπων, κἂν μυριάκις ᾖ πονηρός, τοῦ ἀλάστορος ἐκείνου δαίμονος καὶ ἀκαταλλάκτως πρὸς ἡμᾶς ἔχοντος τοῦ διαβόλου πονηρότερον ἄν τινι προσβάλοι, οὐδὲ πικρότερον· ἀλλ' ὅμως ὁ χαλεπὸς οὗτος δαίμων οὐκ ἴσχυσε τὸν πρὸ τοῦ νόμου, τὸν πρὸ τῆς χάριτος, τοσαῦτα κατ' αὐτοῦ βέλη καὶ οὕτω πικρὰ πανταχόθεν ἀφείς, ὑποσκελίσαι καὶ καταβαλεῖν. Τοσαύτη τῆς ψυχῆς ἐστιν ἡ εὐγένεια. Τί δὲ ὁ Παῦλος; οὐ τοσαῦτα ἔπαθε δεινά, ἃ μηδὲ καταλέξαι ῥᾴδιον; ∆εσμωτήρια οἰκῶν, ἁλύσεις περικείμενος, ἀγόμενος καὶ περιαγόμενος, μαστιγούμενος παρὰ Ἰουδαίων, λιθαζόμενος, οὐχ ἱμᾶσι μόνοις, ἀλλὰ καὶ ῥάβδοις τὰ νῶτα ξαινόμενος, καταποντιζόμενος, λῃσταῖς πολλάκις περιπίπτων, ἐμφύλιον ὑπομένων πόλεμον παρὰ τῶν ἐχθρῶν, παρὰ τῶν γνωρίμων βαλλόμενος διηνεκῶς, μυρίαις ἐπιβουλευόμενος ἐπιβουλαῖς, λιμῷ καὶ γυμνότητι παλαίων, ἑτέρας πυκνὰς καὶ συνεχεῖς ὑπομένων περιστάσεις καὶ θλίψεις; Τί δεῖ τὰ πολλὰ λέγειν; καθ' ἑκάστην ἀποθνῄσκων τὴν ἡμέραν, ἀλλ' ὅμως τοσαῦτα πάσχων καὶ τηλικαῦτα, οὐ μόνον οὐδὲν ἐξήνεγκε ῥῆμα βλάσφημον, ἀλλ' ἔχαιρεν ἐπὶ τούτοις καὶ ἐκαυχᾶτο. Καὶ νῦν μέν φησι· Χαίρω ἐν τοῖς παθήμασί μου, νῦν δέ· Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. Εἰ τοίνυν τοσαῦτα πάσχων αὐτὸς ἔχαιρε καὶ ἐκαυχᾶτο, τίνα ἔχεις συγγνώμην, ποίαν δὲ ἀπολογίαν οὐ τὸ πολλοστὸν αὐτῶν ὑπομένων μέρος καὶ βλασφημῶν;

6 Ἀλλ' ἑτέρως ἀδικοῦμαι, φησί, καὶ μὴ βλασφημήσω; τὰ χρήματα ἀφαιρεθείς, ἄχρηστος γίνομαι πρὸς τὴν ἐλεημοσύνην, φησί. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ γὰρ διὰ τοῦτο ἀλγεῖς, μάθε σαφῶς ὅτι πενία ἐλεημοσύνης οὐ γίνεται κώλυμα. Κἂν γὰρ μυριάκις ᾖς πένης, οὐκ εἶ πενέστερος τῆς δράκα ἀλεύρου μόνον κεκτημένης καὶ τῆς δύο μόνον ἐχούσης ὀβολούς, ὧν ἑκατέρα τὴν οὐσίαν ἅπασαν εἰς τοὺς δεομένους κενώσασα ἐθαυμάσθη, καὶ ἡ τοσαύτη πενία τῇ τοσαύτῃ φιλανθρωπίᾳ οὐ γέγονε κώλυμα, ἀλλ' οὕτω δαψιλὴς καὶ φιλότιμος ἡ ἐκ τῶν δύο λεπτῶν γέγονεν ἐλεημοσύνη ὡς τοὺς πλουτοῦντας ἅπαντας ἀποκρύψαι καὶ τοὺς πολλοὺς στατῆρας καταβαλόντας ὑπερακοντίσαι τῷ πλούτῳ τῆς γνώμης καὶ τῇ περιουσίᾳ τῆς προθυμίας. Ὥστε οὐδὲ ἐνταῦθα ἠδίκησαι ἀλλὰ καὶ μειζόνως ἐκέρδανας, δι' ὀλίγης εἰσφορᾶς τῶν τὰ πολλὰ καταθέντων λαμπροτέρους λαβὼν τοὺς στεφάνους. Ἀλλ' ἐπειδή, κἂν μυριάκις ταῦτα εἴπωμεν, αἱ φιλοσώματοι ψυχαὶ καὶ τοῖς βιωτικοῖς ἡδέως ἐγκαλινδούμεναι καὶ τοῖς παροῦσιν ἐνηδυπαθοῦσαι πράγμασι οὐκ ἂν ῥᾳδίως ἀνάσχοιντο τῶν κατασηπομένων ἀνθῶν ἀποστῆναι, - τοιαῦτα γὰρ τοῦ βίου τὰ φαιδρὰ τούτου-οὐδὲ τὰς σκιὰς ἀφεῖναι ἀνέχονται, ἀλλ' οἱ μὲν ἐπιεικέστεροι κἀκείνων καὶ τούτων ἀντέχονται, οἱ δὲ ἐλεεινότεροι ἐκ πλείονος μὲν ἐκείνων μοίρας, τούτων δὲ ἐξ ἐλάττονος σφόδρα, φέρε δὴ τὰ προσωπεῖα ἀφελόντες τὰ φαιδρὰ καὶ περιφανῆ τῆς αἰσχρᾶς καὶ δυσειδοῦς τῶν πραγμάτων ὄψεως τούτων, δείξωμεν τῆς ἑταιριζομένης γυναικὸς τὴν βδελυγμίαν. Τοιοῦτον γὰρ ἡ τοιαύτη ζωή, ἡ τρυφαῖς καὶ πλούτῳ καὶ δυναστείαις προσέχουσα· τὸ αἰσχρὸν καὶ δυσειδὲς καὶ πολλῆς βδελυγμίας γέμον, τὸ ἀηδὲς καὶ φορτικὸν καὶ πικρίας ἐμπεπλησμένον. Καὶ γὰρ δὴ τοῦτο μάλιστά ἐστι τὸ πάσης ἀποστεροῦν τοὺς ἁλόντας συγγνώμης, ὅτι καὶ ἀηδίας καὶ πολλῆς τῆς πικρίας ἐμπεπλησμένος ὁ βίος οὗτος, ποθεινὸς αὐτοῖς καὶ περισπούδαστός ἐστι. Καὶ μυρίων γέμων κινδύνων, αἱμάτων, κρημνῶν, σκοπέλων