1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

15

κρείττους ἐγένοντο, ἀλλ' ὅτι ὑπὲρ τῶν ἀληθῶν ἐδέθησαν δογμάτων καὶ εἰς κάμινον ἐνεβλήθησαν καὶ τῷ πυρὶ παρεδόθησαν. Ἐνταῦθα γὰρ αὐτοῖς ἅπαν τὸ τρόπαιον ἀπήρτισται καὶ ὁμοῦ κατενεχθεῖσιν εἰς τὴν κάμινον, στέφανος ἐπετίθετο· καὶ ἀπὸ τῶν ῥημάτων ἐκείνων ἤρξατο πλέκεσθαι καὶ πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως, ἃ μετὰ πολλῆς τῆς παρρησίας καὶ τῆς ἐλευθεροστομίας πρὸς τὸν βασιλέα ἀχθέντες εἰς μέσον ἔλεγον. Οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι. Ἔστιν γὰρ ὁ θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, ἱκανὸς ἐξελέσθαι ἡμᾶς ἐκ καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς· καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Ἀπὸ τούτων αὐτοὺς τῶν ῥημάτων ἀνακηρύττω, ἀπὸ τούτων τὸ βραβεῖον τῆς νίκης ἁρπάσαντες, ἐπὶ τὸν λαμπρὸν ἔδραμον τοῦ μαρτυρίου στέφανον, τῇ τῶν ῥημάτων ὁμολογίᾳ τὴν διὰ τῶν πραγμάτων προσθέντες. Εἰ δὲ ἐμβληθέντων ᾐδέσθη τὸ πῦρ αὐτῶν τὰ σώματα, καὶ τὰ δεσμὰ ἔλυσε, καὶ παρέσχε κάτω μετ' ἀδείας βαδίζειν, καὶ τῆς οἰκείας ἐνεργείας ἐπελάθετο καὶ πηγὴ ψυχρῶν ὑδάτων γέγονε τοῦ πυρὸς ἡ κάμινος, τοῦτο λοιπὸν τῆς τοῦ θεοῦ χάριτος τὸ θαῦμα ἦν καὶ τῆς ἄνωθεν παραδοξοποιίας· ὥστε οἱ ἀθληταὶ καὶ πρὶν ἢ ταῦτα γενέσθαι, ὁμοῦ τῆς φλογὸς ἐπιβάντες καὶ τὸ τρόπαιον ἔστησαν καὶ τὴν νίκην ἤραντο καὶ τοὺς στεφάνους ἀνεδήσαντο καὶ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ἀνεκηρύχθησαν καὶ τὸ λεῖπον αὐτοῖς εἰς εὐδοκίμησιν οὐδὲν ἦν. Τί οὖν ἂν ἔχοις πρὸς ταῦτα εἰπεῖν; Εἰς ὑπερορίαν ἀπηνέχθης, τῆς πατρίδος ἐξεβλήθης; ἰδοῦ καὶ οὗτοι. Αἰχμαλωσίαν ὑπέμεινας καὶ ὑπὸ βαρβάροις ἐγένου δεσπόταις; ἀλλὰ καὶ τοῦτο εὑρήσεις τούτοις συμβάν. Ἀλλ' οὐδένα ἔχεις ἐκεῖ παρόντα καὶ διορθούμενον τὰ σὰ οὐδὲ νουθετοῦντα καὶ διδάσκοντα; καὶ ταύτης οὗτοι τῆς ἐπιμελείας ἦσαν ἐστερημένοι. Ἀλλ' ἐδέθης; ἀλλ' ἐνεπρήσθης; ἀλλ' ἀπέθανες; οὐδὲν γάρ μοι τούτων χαλεπώτερον ἔχεις εἰπεῖν. Ἀλλ' ἰδοῦ καὶ οὗτοι διὰ πάντων ἐλθόντες λαμπρότεροι δι' ἑκάστου τούτων ἐγένοντο καὶ περιφανέστεροι καὶ μείζονα τὴν ἐμπορίαν τὴν ἐν οὐρανοῖς συνήγαγον, καὶ οἱ μὲν Ἰουδαῖοι καὶ ναὸν ἔχοντες καὶ θυσιαστήριον καὶ κιβωτὸν καὶ τὰ Χερουβὶμ καὶ τὸ ἱλαστήριον καὶ τὸ καταπέτασμα καὶ τὸ ἄπειρον τῶν ἱερέων πλῆθος καὶ τὰς καθημερινὰς λατρείας καὶ τὰς θυσίας ἐωθινάς, τὰς ἑσπερινὰς καὶ συνεχῶς τῶν προφητῶν ἀκούοντες τῶν ζώντων, τῶν τεθνηκότων, ἐνηχούντων αὐτῶν ταῖς ἀκοαῖς καὶ τῶν θαυμάτων τὴν μνήμην περιφέροντες τῶν ἐν Αἰγύπτῳ, τῶν ἐν ἐρήμῳ, τῶν ἄλλων ἁπάντων καὶ ἐπὶ τῶν χειρῶν ταῦτα σαλεύοντες, ἐπὶ τῶν φλιῶν ἔχοντες γεγραμμένα, καὶ πολλῆς τῆς τότε θαυματουργίας ἀπολαύοντες καὶ ἑτέρας ἐπιμελείας, οὐ μόνον οὐδὲν ὠφελήθησαν, ἀλλὰ καὶ παρεβλάβησαν, ἐν αὐτῷ τῷ ναῷ εἴδωλα στήσαντες καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν σφάξαντες ὑπὸ δένδρα· καὶ πανταχοῦ σχεδὸν τῆς χώρας τῆς ἐν Παλαιστίνῃ τὰς παρανόμους ἐκείνας καὶ ἐναγεῖς ἐργασάμενοι θυσίας καὶ ἕτερα μυρία τολμήσαντες. Οὗτοι δὲ ἐν βαρβάρῳ μέσῃ, ἐν πολεμίᾳ γῇ, ἐν οἰκίᾳ τυραννικῇ στρεφόμενοι, πάσης ἐκείνης τῆς ἐπιμελείας ἐστερημένοι, ἀπαγόμενοι, καιόμενοι, οὐ μόνον ἐντεῦθεν οὐδὲν παρεβλάβησαν, οὐ μικρόν, οὐ μέγα, ἀλλὰ καὶ μειζόνως διέλαμψαν. Ταῦτ' οὖν εἰδότες καὶ τὰ τούτοις ἐοικότα συλλέγοντες ἀπὸ τῶν θείων Γραφῶν-πολλὰ γὰρ ἔστιν εὑρεῖν τοιαῦτα ὑποδείγματα καὶ ἐφ' ἑτέρων διαφόρων προσώπων-μήτε δυσκολίαν καιρῶν ἢ πραγμάτων, μήτε ἀνάγκην καὶ βίαν καὶ δυναστείαν τῶν τυραννούντων νομίζωμεν ἀρκεῖν ἡμῖν εἰς ἀπολογίαν, ἡνίκα ἂν πλημμελῶμεν. Ὅπερ γὰρ ἀρχόμενος εἶπον, εἰς τοῦτο καὶ νῦν καταλύσω τὸν λόγον, ὅτι εἴ τις βλάπτοιτο καὶ ἀδικοῖτο, παρ' ἑαυτοῦ τοῦτο πάσχει οὐ παρ' ἑτέρων, κἂν μύριοι οἱ ἀδικοῦντες ὦσιν. Ὡς εἴ γε μὴ παρ' ἑαυτοῦ τοῦτο πάθοι, οἱ γῆν καὶ θάλατταν οἰκοῦντες ἅπαντες, εἰ ἐπέλθοιεν, οὐδὲ μικρὸν τοῦτον παραβλάψαι δυνήσονται.