1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

11

μικρὸν δυνήσεται τὸν γενναῖον καὶ νήφοντα καὶ ἐγρηγορότα, ὥσπερ αὖ τὸν ῥᾴθυμον καὶ ἀναπεπτωκότα, καὶ οἴκοθεν προδεδομένον, κἂν μυρίαι προσάγωνται θεραπείαι, οὐδὲν ἀμείνω ποιοῦσι. Τοῦτό γ' οὖν καὶ ἡ παραβολὴ ἡ περὶ τῶν ἀνθρώπων ἐκείνων παρεδήλωσεν ἡμῖν, ὧν ὁ μὲν ἐπὶ τῆς πέτρας, ὁ δὲ ἐπὶ τῆς ψάμμου τὴν οἰκίαν ᾠκοδόμησε τὴν ἑαυτοῦ· οὐχ ἵνα ψάμμον καὶ πέτραν νοήσωμεν, οὐδ' ἵνα οἰκοδομὴν λίθων καὶ ὀρόφων, οὐδ' ἵνα ποταμοὺς καὶ ὑετὸν καὶ πνεύματα ἄγρια προσπίπτοντα ταῖς οἰκοδομαῖς, ἀλλ' ἵνα ἀρετὴν καὶ κακίαν ἐκ τούτων ἐκλάβωμεν καὶ ἴδωμεν κἀντεῦθεν ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεὶς ἀδικεῖ. Οὐκοῦν οὔτε ὁ ὑετὸς καίτοι ῥαγδαῖος φερόμενος, οὔτε οἱ ποταμοὶ πολλῷ ῥοθίῳ προσπίπτοντες, οὔτε τὰ πνεύματα τὰ ἄγρια μετὰ σφοδρᾶς τῆς ῥύμης ἐμβάλλοντα παρεσάλευσάν τι τὴν οἰκίαν ἐκείνην· ἀλλ' ἔμενε καὶ ἀχείρωτος καὶ ἀκίνητος, ἵνα μάθῃς ὅτι τὸν ἑαυτὸν οὐ προδιδόντα οὐδεὶς πειρασμὸς παρασαλεῦσαι δύναται. Ἡ δὲ τοῦ ἑτέρου κατεφέρετο ῥᾴδιον, οὐ διὰ τὴν τῶν πειρασμῶν ἐπιβολήν-ἢ γὰρ ἂν καὶ ἡ ἑτέρα τὸ αὐτὸ ἔπαθεν- ἀλλὰ διὰ τὴν οἰκείαν ἄνοιαν. Οὐ γὰρ ἐπειδὴ ἄνεμος προσέπνευσεν, διὰ τοῦτο ἔπεσεν, ἀλλ' ἐπειδὴ ἐπὶ τῆς ψάμμου ἦν οἰκοδομηθεῖσα, τοῦτ' ἔστιν ἐπὶ ῥᾳθυμίας καὶ πονηρίας, τοῦτο πέπονθε. Καὶ γὰρ καὶ πρὶν ἢ τὸν χειμῶνα προσβαλεῖν ἐκεῖνον, ἀσθενής τε ἦν καὶ πρὸς τὸ πεσεῖν ἑτοίμη. Αἱ γὰρ τοιαῦται οἰκοδομαί, καὶ μηδενὸς ἐνοχλοῦντος, αὐτόματοι καταφέρονται ὑποσυρομένης αὐτῆς τῆς κρηπῖδος καὶ διαρρεούσης· καὶ καθάπερ αἱ μὲν ἀράχναι αὐτόματοι διασπῶνται, μηδενὸς αὐταῖς ἐνοχλοῦντος, ὁ δὲ ἀδάμας καὶ παιόμενος ἀδιάλυτος μένει, οὕτω δὴ καὶ οἱ μὴ ἑαυτοὺς ἀδικοῦντες, κἂν ὑπὸ μυρίων παίωνται, ἰσχυρότεροι γίνονται· οἱ δὲ ἑαυτοὺς προδιδόντες, κἂν μηδεὶς ὁ ἐνοχλῶν ᾖ, αὐτόματοι φέρονται καὶ διαρρέουσι καὶ ἀπόλλυνται· ὥσπερ καὶ ὁ Ἰούδας οὐ μόνον οὐδενὸς ἐνοχλήσαντος πειρασμοῦ τοιούτου, ἀλλὰ καὶ πολλῆς ἀπολαύσας τῆς θεραπείας. 13 Βούλει σοι τοῦτον καὶ ἐπὶ δῆμον ὁλόκληρον δείξω διαλάμποντα τὸν λόγον; Πόσης ὁ Ἰουδαίων δῆμος ἀπήλαυσε προνοίας; οὐ πᾶσα ἡ ὁρωμένη κτίσις πρὸς ὑπερεσίαν αὐτῶν παρεσκευάζετο; καὶ καινός τις αὐτοῖς καὶ ξένος εἰσήγετο διαγωγῆς βίου τρόπος; Οὐδὲ γὰρ εἰς ἀγορὰν ἐνέβαλλον καὶ οὕτω τῶν ὠνίων ἀπήλαυον, ἀργύριον μὴ κατατιθέντες, οὐδὲ αὔλακας ἔτεμνον, οὐδὲ ἄροτρον εἷλκον, οὐδὲ γῆν ἐσπαράττον, οὐδὲ σπέρματα κατέβαλλον, οὐδὲ ὑετῶν ἐδέοντο καὶ τῶν τοῦ ἔτους ὡρῶν, οὐχ ἡλιακῆς ἀκτῖνος, οὐ σεληνιαίου δρόμου, οὐ φύσεως ἀέρος, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός· οὐχ ἅλωνα παρεσκεύαζον, οὐ καρπὸν ἔτριβον, οὐ πνευμάτων ἔχρῃζον πρὸς τὸ διακρῖναι τοὺς πυροὺς τῶν ἀχύρων, οὐ μύλην ἔστρεφον, οὐ κλίβανον ᾠκοδόμουν, οὐ ξύλα καὶ πῦρ εἰς τὴν οἰκίαν εἰσῆγον, οὐκ ἀρτοποιητικῆς ἐδέοντο τέχνης, οὐ μάκελλαν μετεχείριζον, οὐ δρεπάνην ἠκόνων· οὐκ ἄλλης τινὸς ἐδέοντο τέχνης, ὑφαντικῆς καὶ οἰκοδομικῆς καὶ τῆς τὰ ὑποδήματα παρεχούσης, ἀλλὰ πάντα ἦν αὐτοῖς ὁ τοῦ θεοῦ λόγος καὶ ἐσχεδιασμένην εἶχον τράπεζαν, καὶ ἱδρώτων καὶ πόνων ἀπηλλαγμένην. Τοιαύτη γὰρ ἡ τοῦ μάννα φύσις· νεαρά τε καὶ πρόσφατος καὶ οὐδαμοῦ παρέχουσα αὐτοῖς πράγματα, οὐδὲ κατατείνουσα πόνῳ· καὶ τὰ ἱμάτια δὲ αὐτοῖς καὶ τὰ ὑποδήματα, καὶ αὐτὴ ἡ τοῦ σώματος φύσις τῆς οἰκείας ἐπελανθάνετο ἀσθενίας. Ἐν γὰρ χρόνῳ οὕτω μακρῷ, οὔτε ἐκεῖνα ἐτρίβετο, οὔτε οἱ πόδες αὐτῶν καίτοι τοσαῦτα βαδιζόντων ἐτυλώθησαν. Ἰατρῶν αὐτοῖς καὶ φαρμάκων καὶ τῆς ἄλλης περὶ τὴν τοιαύτην τέχνην σπουδῆς οὐδὲ μνήμη τις ἦν ἐν αὐτοῖς. Οὕτω πᾶσα ἐκποδῶν ἀρρωστία ἦν. Ἐξήγαγε γὰρ αὐτοῖς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, φησί, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Ἀλλ' ὥσπερ τὸν κόσμον τοῦτον ἀφέντες καὶ πρὸς ἑτέραν βελτίονα μετοικισθέντες οἰκουμένην, οὕτως ἤσθιον, οὕτως ἔπινον καὶ οὔτ' ἀκτὶς θερμοτέρα γινομένη τὰς κεφαλὰς ἔπληττε τὰς ἐκείνων, -διετείχιζε γὰρ τὴν φλόγα νεφέλη πάντοθεν ἐπαιωρουμένη καὶ περιφορητὴ γινομένη στέγη τοῖς δήμοις ἅπασιν ἐκείνοις-οὔτε ἐν νυκτὶ λαμπάδος ἐδέοντο διαιρούσης τὸ σκότος, ἀλλ' ἦν