1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

10

ὅλων ποιητής ἐστιν, καθὼς καὶ ἔστιν, ἄρα καὶ τοῦ ὕδατος καὶ τῶν θαλασσῶν κτίστης ἐστίν. Ἡσίοδος δὲ καὶ αὐτὸς οὐ μόνον θεῶν γένεσιν ἐξεῖπεν, ἀλλὰ καὶ αὐτοῦ τοῦ κόσμου. καὶ τὸν μὲν κόσμον γενητὸν εἰπὼν ἠτόνησεν εἰπεῖν ὑφ' οὗ γέγονεν. ἔτι μὴν καὶ θεοὺς ἔφησεν Κρόνον καὶ τὸν ἐξ αὐτοῦ ∆ία, Ποσειδῶνά τε καὶ Πλούτωνα, καὶ τούτους μεταγενεσ- τέρους εὑρίσκομεν τοῦ κόσμου. ἔτι δὲ καὶ τὸν Κρόνον πολεμεῖσθαι ὑπὸ τοῦ ∆ιὸς τοῦ ἰδίου παιδὸς ἱστορεῖ. οὕτως γάρ φησιν· Κάρτεϊ νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα ἀθανάτοις διέταξεν ὅμως καὶ ἐπέφραδε τιμάς. εἶτα ἐπιφέρει λέγων τὰς τοῦ ∆ιὸς θυγατέρας, ἃς καὶ Μούσας προσαγορεύει, ὧν ἱκέτης εὑρίσκεται βουλόμενος μαθεῖν παρ' αὐτῶν τίνι τρόπῳ τὰ πάντα γεγένηται. λέγει γάρ· Χαίρετε, τέκνα ∆ιός, δότε δ' ἱμερόεσσαν ἀοιδήν. κλείετε δ' ἀθανάτων μακάρων γένος αἰὲν ἐόντων, οἳ γῆς ἐξεγένοντο καὶ οὐρανοῦ ἀστερόεντος, νυκτός τε δνοφερῆς, οὓς ἁλμυρὸς ἔτρεφε πόντος. εἴπατε δ' ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο, καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θύων, ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν, ὥς τ' ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο, ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον. ταῦτά μοι ἔσπετε Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι ἐξ ἀρχῆς, καὶ εἴπαθ' ὅ τι πρῶτον γένετ' αὐτῶν. πῶς δὲ ταῦτα ἠπίσταντο αἱ Μοῦσαι, μεταγενέστεραι οὖσαι τοῦ κόσμου; ἢ πῶς ἠδύναντο διηγήσασθαι τῷ Ἡσιόδῳ, ὅπου δὴ ὁ πατὴρ αὐτῶν οὔπω γεγένηται; Καὶ ὕλην μὲν τρόπῳ τινὶ ὑποτίθεται, καὶ κόσμου ποίησιν, λέγων· Ἤτοι μὲν πρώτιστα χάος γένετ', αὐτὰρ ἔπειτα γαῖ' εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, Τάρταρά τ' ἠερόεντα, μυχὸν χθονὸς εὐρυοδείης, ἠδ' Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι, λυσιμελής, πάντων τε θεῶν πάντων τ' ἀνθρώπων δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν. ἐκ Χάεος δ' Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο. Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑωυτῇ Oὐρανὸν ἀστερόενθ', ἵνα μιν περὶ πάντα καλύπτῃ, ὄφρ' εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί· γείνατο δ' οὔρεα μακρά, θεᾶν χαρίεντας ἐναύλους Νυμφέων, αἳ ναίουσιν ἀν' οὔρεα βησσήεντα· ἠδὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θῦον, πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα Oὐρανῷ εὐνηθεῖσα τέκ' Ὠκεανὸν βαθυδίνην. καὶ ταῦτα εἰπὼν οὐδὲ οὕτως ἐδήλωσεν ὑπὸ τίνος ἐγένοντο. εἰ γὰρ ἐν πρώτοις ἦν χάος, καὶ ὕλη τις προϋπέκειτο ἀγένητος οὖσα, τίς ἄρα ἦν