1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

33

οἰκοῦντες παραδείσου ὁμῶς ἐριθηλέα κῆπον, δαινύμενοι γλυκὺν ἄρτον ἀπ' οὐρανοῦ ἀστερόεντος. ὅτι μὲν οὖν ταῦτα ἀληθῆ καὶ ὠφέλιμα καὶ δίκαια καὶ προφιλῆ πᾶσιν ἀνθρώποις τυγχάνει, δῆλόν ἐστιν, καὶ ὅτι οἱ κακῶς δράσαντες ἀναγκαίως ἔχουσιν κατ' ἀξίαν τῶν πράξεων κολασθῆναι. Ἤδη δὲ καὶ τῶν ποιητῶν τινες ὡσπερεὶ λόγια ἑαυτοῖς ἐξεῖπον ταῦτα καὶ εἰς μαρτύριον τοῖς τὰ ἄδικα πράσσουσι λέγοντες ὅτι μέλλουσιν κολάζεσθαι. Aἰσχύλος ἔφη· ∆ράσαντι γάρ τοι καὶ παθεῖν ὀφείλεται. Πίνδαρος δὲ καὶ αὐτὸς ἔφη· Ἐπεὶ ·έζοντά τι καὶ παθεῖν ἔοικεν. ὡσαύτως καὶ Eὐριπίδης· Ἀνάσχου πάσχων· δρῶν γὰρ ἔχαιρες. νόμου τὸν ἐχθρὸν δρᾶν, ὅπου λάβῃς, κακῶς. καὶ πάλιν ὁ αὐτός· Ἐχθροὺς κακῶς δρᾶν ἀνδρὸς ἡγοῦμαι μέρος. ὁμοίως καὶ Ἀρχίλοχος· Ἓν δ' ἐπίσταμαι μέγα, τὸν κακῶς δρῶντα δεινοῖς ἀνταμείβεσθαι κακοῖς. Καὶ ὅτι ὁ θεὸς τὰ πάντα ἐφορᾷ καὶ οὐδὲν αὐτὸν λανθάνει, μακρόθυμος δὲ ὢν ἀνέχεται ἕως οὗ μέλλει κρίνειν, καὶ περὶ τούτου ∆ιονύσιος εἴρηκεν· Ὁ τῆς ∆ίκης ὀφθαλμὸς ὡς δι' ἡσύχου λεύσσων προσώπου πάνθ' ὁμῶς ἀεὶ βλέπει. Καὶ ὅτι μέλλει ἡ τοῦ θεοῦ κρίσις γίνεσθαι καὶ τὰ κακὰ τοὺς πονηροὺς αἰφνιδίως καταλαμβάνειν, καὶ τοῦτο Aἰσχύλος ἐσήμανεν λέγων· τό τοι κακὸν ποδῶκες ἔρχεται βροτοῖς, κατ' ἀμπλάκημα τῷ περῶντι τὴν θέμιν. ὁρᾷς ∆ίκην ἄναυδον, οὐχ ὁρωμένην εὕδοντι καὶ στείχοντι καὶ καθημένῳ· ἑξῆς ὀπάζει δόχμιον, ἄλλοθ' ὕστερον. οὐκ ἐγκαλύπτει νὺξ κακῶς εἰργασμένον· ὅ τι δ' ἂν ποιῇς δεινὸν νόμιζ' ὁρᾶν τινά. τί δ' οὐχὶ καὶ ὁ Σιμωνίδης; Oὐκ ἔστιν κακὸν ἀνεπιδόκητον ἀνθρώποις· ὀλίγῳ δὲ χρόνῳ πάντα μεταρρίπτει θεός. πάλιν Eὐριπίδης· Oὐδέποτ' εὐτυχίαν κακοῦ ἀνδρὸς ὑπέρφρονά τ' ὄλβον βέβαιον εἰκάσαι χρεών, οὐδ' ἀδίκων γενεάν· ὁ γὰρ οὐδένος ἐκφὺς χρόνος δείκνυσιν ἀνθρώπων κακότητας. ἔτι ὁ Eὐριπίδης· Oὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ' ἔχει συνιέναι τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους.