1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

49

ἐξώρισεν Ῥωμαίους τινὰς καὶ παῖδας διέφθειρεν καὶ σπάδοντας ἐγχωρίους ἐποίησεν· ἔτι μὴν καὶ τὰς παρθένους διαφθείρων πρὸς γάμον ἐδίδου. διὸ οἰκείως Σούπερβος ἐκλήθη τῇ ῥωμαϊκῇ γλώσσῃ· ἑρμηνεύεται δὲ ὑπερήφανος. αὐτὸς γὰρ πρῶτος ἐδογμάτισε τοὺς ἀσπαζομένους αὐτὸν ὑπὸ ἑτέρου ἀντασπάζεσθαι. ὃς ἐβασίλευσεν ἔτεσιν κε. Μεθ' ὃν ἦρξαν ἐνιαύσιοι ὕπατοι, χιλίαρχοι ἢ ἀγορανόμοι ἔτεσιν υξγ, ὧν τὰ ὀνόματα καταλέγειν πολὺ καὶ περισσὸν ἡγούμεθα. εἰ γάρ τις βούλεται μαθεῖν, ἐκ τῶν ἀναγραφῶν εὑρήσει ὧν ἀνέγραψεν Χρύσερως ὁ νομεγκλάτωρ, ἀπελεύθερος γενόμενος Μ. Aὐρηλίου Oὐήρου, ὃς ἀπὸ κτίσεως Ῥώμης μέχρι τελευτῆς τοῦ ἰδίου πάτρωνος αὐτοκράτορος Oὐήρου σαφῶς πάντα ἀνέγραψεν καὶ τὰ ὀνόματα καὶ τοὺς χρόνους. Ἐκράτησαν οὖν Ῥωμαίων ἐνιαύσιοι, ὥς φαμεν, ἔτεσιν υξγ. ἔπειτα οὕτως ἦρξαν οἱ αὐτοκράτορες καλούμενοι· πρῶτος Γάϊος Ἰούλιος, ὃς ἐβασίλευσεν ἔτη γ μῆνας ζ ἡμέρας ἕξ. ἔπειτα Aὔγουστος ἔτη νϚ μῆνας δ ἡμέραν μίαν. Τιβέριος ἔτη κβ <μῆνας Ϛ ἡμέρας κϚ>. εἶτα Γάϊος ἕτερος ἔτη γ μῆνας ι ἡμέρας ζ. Κλαύδιος ἔτη ιγ μῆνας η ἡμέρας κ. Νέρων ἔτη ιγ μῆνας ζ ἡμέρας κζ. Γάλβας μῆνας ἑπτὰ ἡμέρας Ϛ. Ὄθων μῆνας γ ἡμέρας ε. Oὐϊτέλλιος μῆνας η ἡμέρας β. Oὐεσπασιανὸς ἔτη θ μῆνας ια ἡμέρας κβ. Τίτος ἔτη β μῆνας β ἡμέρας κ. ∆ομετιανὸς ἔτη ιε ἡμέρας ε. Νερούας ἐνιαυτὸν μῆνας δ ἡμέρας ι. Τραϊανὸς ἔτη ιθ μῆνας ἓξ ἡμέρας ιδ. Ἁδριανὸς ἔτη κ μῆνας ι ἡμέρας κη. Ἀντωνῖνος ἔτη κβ μῆνας ζ ἡμέρας κϚ. Oὐῆρος ἔτη ιθ ἡμέρας ι. γίνεται οὖν ὁ χρόνος τῶν Καισάρων μέχρι Oὐήρου αὐτοκράτορος τελευτῆς ἔτη σκε. ἀπὸ οὖν τῆς Κύρου ἀρχῆς μέχρι τελευτῆς αὐτοκράτορος Oὐήρου, οὗ προειρήκαμεν, ὁ πᾶς χρόνος συνάγεται ἔτη ψμα. Ἀπὸ δὲ καταβολῆς κόσμου ὁ πᾶς χρόνος κεφαλαιωδῶς οὕτως κατάγεται. ἀπὸ κτίσεως κόσμου ἕως κατακλυσμοῦ ἐγένοντο ἔτη βσμβ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τεκνογονίας Ἀβραὰμ τοῦ προπάτορος ἡμῶν ἔτη αλϚ. ἀπὸ δὲ Ἰσαὰκ τοῦ παιδὸς Ἀβραὰμ ἕως οὗ ὁ λαὸς σὺν Μωσῇ ἐν τῇ ἐρήμῳ διέτριβεν ἔτη χξ. ἀπὸ δὲ τῆς Μωσέως τελευτῆς, ἀρχῆς Ἰησοῦ υἱοῦ Ναυῆ, μέχρι τελευτῆς ∆αυὶδ τοῦ πατριάρχου ἔτη υ%η. ἀπὸ δὲ τῆς τελευτῆς ∆αυίδ, βασιλείας δὲ Σολομῶνος, μέχρι τῆς παροικίας τοῦ λαοῦ ἐν γῇ Βαβυλῶνος ἔτη φιη μῆνες Ϛ ἡμέραι ι. ἀπὸ δὲ τῆς Κύρου ἀρχῆς μέχρι αὐτοκρά- τορος Aὐρηλίου Oὐήρου τελευτῆς ἔτη ψμα. Ὁμοῦ ἀπὸ κτίσεως κόσμου συνάγονται τὰ πάντα ἔτη εχ%ε καὶ οἱ ἐπιτρέχοντες μῆνες καὶ ἡμέραι. Τῶν οὖν χρόνων καὶ τῶν εἰρημένων ἁπάντων συνηρασμένων, ὁρᾶν ἔστιν τὴν ἀρχαιότητα τῶν προφητικῶν γραμμάτων καὶ τὴν θειότητα τοῦ παρ' ἡμῖν λόγου, ὅτι οὐ πρόσφατος ὁ λόγος, οὔτε μὴν τὰ καθ' ἡμᾶς, ὡς οἴονταί τινες, μυθώδη καὶ ψευδῆ ἐστιν, ἀλλὰ μὲν