1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

45

τοὺς Aἰγυπτίους ψεύδεται· πρὸ ἐτῶν γὰρ λ%γ ἐξῆλθον ἐκ τῆς Aἰγύπτου καὶ ᾤκησαν ἔκτοτε τὴν χώραν, τὴν ἔτι καὶ νῦν καλουμένην Ἰουδαίαν, πρὸ τοῦ καὶ ∆αναὸν εἰς Ἄργος ἀφικέσθαι. ὅτι δὲ τοῦτον ἀρχαιότερον ἡγοῦνται τῶν λοιπῶν κατὰ Ἕλληνας οἱ πλείους, σαφές ἐστιν. Ὥστε ὁ Μαναιθὼς δύο τάξεις ἄκων τῆς ἀληθείας μεμήνυκεν ἡμῖν διὰ τῶν αὐτοῦ γραμμάτων, πρῶτον μὲν ποιμένας αὐτοὺς ὁμολογήσας, δεύτερον εἰπὼν καὶ τὸ ἐξεληλυθέναι αὐτοὺς ἐκ γῆς Aἰγύπτου· ὥστε καὶ ἐκ τούτων τῶν ἀναγραφῶν δείκνυσθαι προγενέ- στερον εἶναι τὸν Μωσῆν καὶ τοὺς σὺν αὐτῷ ἐνακοσίους ἢ καὶ χιλίους ἐνιαυτοὺς πρὸ τοῦ Ἰλιακοῦ πολέμου. Ἀλλὰ καὶ περὶ τοῦ ναοῦ τῆς οἰκοδομῆς τοῦ ἐν Ἰουδαίᾳ, ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς Σολομὼν μετὰ ἔτη πεντακόσια ἑξήκοντα ἓξ τῆς Aἰγύπτου ἐξοδίας τῶν Ἰουδαίων, παρὰ Τυρίοις ἀναγέγραπται ὡς ὁ ναὸς ᾠκοδόμηται, καὶ ἐν τοῖς ἀρχείοις αὐτῶν πεφύλακται τὰ γράμματα, ἐν αἷς ἀναγραφαῖς εὑρίσκεται γεγονὼς ὁ ναὸς πρὸ τοῦ τοὺς Τυρίους τὴν Καρχηδόνα κτίσαι θᾶττον ἔτεσιν ἑκατὸν τεσσαρά- κοντα τρισίν, μησὶν ὀκτώ· (ἀνεγράφη ὑπὸ Ἱερώμου τοὔνομα βασιλέως Τυρίων, υἱοῦ δὲ Ἀβειβάλου, διὰ τὸ ἐκ πατρικῆς συνηθείας τὸν Ἱέρωμον γεγενῆσθαι φίλον τοῦ Σολομῶνος, ἅμα καὶ διὰ τὴν ὑπερβάλλουσαν σοφίαν, ἣν ἔσχεν ὁ Σολομών. ἐν γὰρ προβλήμασιν ἀλλήλους συνεχῶς ἐγύμναζον· τεκμήριον δὲ τούτου, καὶ ἀντίγραφα ἐπιστολῶν αὐτῶν φασιν μέχρι τοῦ δεῦρο παρὰ τοῖς Τυρίοις πεφυλαγ- μένα· γράμματά τε ἀλλήλοις διέπεμπον.) -καθὼς μέμνηται Μέναν- δρος ὁ Ἐφέσιος, ἱστορῶν περὶ τῆς Τυρίων βασιλείας, λέγων οὕτως· "Τελευτήσαντος γὰρ Ἀβειβάλου" βασιλέως Τυρίων "διεδέξατο τὴν βασιλείαν ὁ υἱὸς αὐτοῦ Ἱέρωμος, ὃς βιώσας ἔτη πεντήκοντα τρία <ἐβασίλευσεν ἔτη τριάκοντα τέσσαρα>. τοῦτον δὲ διεδέξατο Βαλεά- ζωρος, βιώσας ἔτη μγ, ὃς ἐβασίλευσεν ἔτη ιζ. <μετὰ τοῦτον Ἀβδάστρατος, ὃς βιώσας ἔτη κθ ἐβασίλευσεν ἔτη θ.> μετὰ δὲ τοῦτον Μεθουάσταρτος, βιώσας ἔτη νδ, ἐβασίλευσεν ἔτη ιβ. μετὰ δὲ τοῦτον ὁ ἀδελφὸς αὐτοῦ Ἀθάρυμος, βιώσας ἔτη νη, ἐβασίλευσεν ἔτη θ. τοῦτον ἀνεῖλεν ὁ ἀδελφὸς αὐτοῦ Ἕλλης τοὔνομα, ὃς βιώσας ἔτη ν ἐβασίλευσεν μῆνας ὀκτώ. τοῦτον ἀνεῖλεν Ἰουθώβαλος, ἱερεὺς τῆς Ἀστάρτης, ὃς βιώσας ἔτη μ ἐβασίλευσεν ἔτη λβ. τοῦτον διεδέξατο ὁ υἱὸς αὐτοῦ Βαλέζωρος, ὃς βιώσας ἔτη με ἐβασίλευσεν ἔτη Ϛ. υἱὸς δὲ τούτου Μέττηνος, βιώσας ἔτη λβ, ἐβασίλευσεν ἔτη κθ. τοῦτον διεδέξατο Πυγμαλίων, ὃς βιώσας ἔτη νϚ ἐβασί- λευσεν ἔτη μζ. ἐν δὲ τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ <ἡ ἀδελφὴ αὐτοῦ> εἰς Λιβύην φυγοῦσα πόλιν ᾠκοδόμησεν τὴν μέχρι τοῦ δεῦρο Καρχηδονίαν καλουμένην. συνάγεται οὖν ὁ πᾶς χρόνος ἀπὸ τῆς Ἱερώμου βασιλείας μέχρι Καρχηδόνος κτίσεως ἔτη ρνε, μῆνες ὀκτώ. τῷ δὲ δωδεκάτῳ ἔτει τῆς Ἱερώμου βασιλείας ἐν Ἱεροσολύμοις ὁ ναὸς ᾠκοδομήθη, ὥστε τὸν πάντα χρόνον γεγενῆσθαι ἀπὸ τῆς τοῦ ναοῦ οἰκοδομῆς μέχρι Καρχηδόνος κτίσεως ἔτη ρμγ, μῆνες η." Τῆς μὲν οὖν Φοινίκων καὶ Aἰγυπτίων μαρτυρίας, ὡς ἱστορή-