1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

12

ἀπὸ Σταφύλου υἱοῦ ∆ιονύσου, Eὐαινὶς ἀπὸ Eὐνόος υἱοῦ ∆ιονύσου, Μαρωνὶς ἀπὸ Μάρωνος υἱοῦ Ἀριάδνης καὶ ∆ιονύσου. οὗτοι γὰρ πάντες υἱοὶ ∆ιονύσου." Ἀλλὰ καὶ ἑτέραι πολλαὶ ὀνομασίαι γεγόνασιν καί εἰσιν ἕως τοῦ δεῦρο, ἀπὸ Ἡρακλέους Ἡρακλεῖδαι καλούμενοι, καὶ ἀπὸ Ἀπόλλωνος Ἀπολλωνίδαι καὶ Ἀπολλώνιοι, καὶ ἀπὸ Ποσειδῶνος Ποσειδώνιοι, καὶ ἀπὸ ∆ιὸς ∆ῖοι καὶ ∆ιογέναι. Καὶ τί μοι τὸ λοιπὸν τὸ πλῆθος τῶν τοιούτων ὀνομασιῶν καὶ γενεαλογιῶν καταλέγειν; ὥστε κατὰ πάντα τρόπον ἐμπαίζονται οἱ συγγραφεῖς πάντες καὶ ποιηταὶ καὶ φιλόσοφοι λεγόμενοι, ἔτι μὴν καὶ οἱ προσέχοντες αὐτοῖς. μύθους γὰρ μᾶλλον καὶ μωρίας συνέταξαν περὶ τῶν κατ' αὐτοὺς θεῶν· οὐ γὰρ ἀπέδειξαν αὐτοὺς θεοὺς ἀλλὰ ἀνθρώπους, οὓς μὲν μεθύσους, ἑτέρους δὲ πόρνους καὶ φονεῖς. Ἀλλὰ καὶ περὶ τῆς κοσμογονίας ἀσύμφωνα ἀλλήλοις καὶ φαῦλα ἐξεῖπον. πρῶτον μὲν ὅτι τινὲς ἀγένητον τὸν κόσμον ἀπεφήναντο, καθὼς καὶ ἔμπροσθεν ἐδηλώσαμεν, καὶ οἱ μὲν ἀγένητον αὐτὸν καὶ ἀΐδιον φύσιν φάσκοντες οὐκ ἀκόλουθα εἶπον τοῖς γενητὸν αὐτὸν δογματίσασιν. εἰκασμῷ γὰρ ταῦτα καὶ ἀνθρωπίνῃ ἐννοίᾳ ἐφθέγ- ξαντο, καὶ οὐ κατὰ ἀλήθειαν. Ἕτεροι δ' αὖ εἶπον πρόνοιαν εἶναι, καὶ τὰ τούτων δόγματα ἀνέλυσαν. Ἄρατος μὲν οὖν φησιν· Ἐκ ∆ιὸς ἀρχώμεσθα, τὸν οὐδέποτ' ἄνδρες ἐῶμεν ἄρρητον. μεσταὶ δὲ ∆ιὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ' ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες· πάντη δὲ ∆ιὸς κεχρήμεθα πάντες. τοῦ γὰρ καὶ γένος ἐσμέν· ὁ δ' ἤπιος ἀνθρώποισιν δεξιὰ σημαίνει, λαοὺς δ' ἐπὶ ἔργον ἐγείρει μιμνήσκων βιότοιο· λέγει δ' ὅτε βῶλος ἀρίστη βουσί τε καὶ μακέλῃσι, λέγει δ' ὅτε δεξιαὶ ὧραι καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι. τίνι οὖν πιστεύσωμεν, πότερον Ἀράτῳ ἢ Σοφοκλεῖ λέγοντι· Πρόνοια δ' ἐστὶν οὐδενός, εἰκῇ κράτιστον ζῆν ὅπως δύναιτό τις; Ὅμηρος δὲ πάλιν τούτῳ οὐ συνᾴδει. λέγει γάρ· Ζεὺς δ' ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε. καὶ Σιμωνίδης· Oὔτις ἄνευ θεῶν ἀρετὰν λάβεν, οὐ πόλις, οὐ βρότος· θεὸς ὁ παμμῆτις, ἀπήμαντον δ' οὐδέν ἐστιν ἐν αὐτοῖς. ὁμοίως καὶ Eὐριπίδης· Oὐκ ἔστιν οὐδὲν χωρὶς ἀνθρώποις θεοῦ. καὶ Μένανδρος· Oὐκ ἄρα φροντίζει τις ἡμῶν ἢ μόνος θεός. καὶ πάλιν Eὐριπίδης· Σῶσαι γὰρ ὁπόταν τῷ θεῷ δοκῇ, πολλὰς προφάσεις δίδωσιν εἰς σωτηρίαν.