1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

28

καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὖν ἐγενήθη ἐν γῇ Χαλδαίων. Ἐν δὲ τῇ γῇ Χαναὰν ἐγένετο πόλις ᾗ ὄνομα Χαρράν. κατ' ἐκείνους δὲ τοὺς χρόνους πρῶτος βασιλεὺς Aἰγύπτου ἐγένετο Φαραώ, ὃς καὶ Νεχαὼθ κατὰ Aἰγυπτίους ὠνομάσθη· καὶ οὕτως οἱ καθεξῆς βασιλεῖς ἐγένοντο. ἐν δὲ τῇ γῇ Σενναάρ, ἐν τοῖς καλουμένοις Χαλ- δαίοις, πρῶτος βασιλεὺς ἐγένετο Ἁριώχ· μετὰ δὲ τοῦτον ἕτερος Ἐλλάσαρ, καὶ μετὰ τοῦτον Χοδολλαγόμορ βασιλεὺς Aἰλάμ, καὶ μετὰ τοῦτον Θαργὰλ βασιλεὺς ἐθνῶν τῶν καλουμένων Ἀσσυρίων. ἄλλαι δὲ πόλεις ἐγένοντο πέντε ἐν τῇ μερίδι τοῦ Χὰμ υἱοῦ Νῶε· πρώτη ἡ καλουμένη Σόδομα, ἔπειτα Γόμορρα, Ἀδαμὰ καὶ Σεβωεὶν καὶ Βαλάκ, ἡ καὶ Σηγὼρ ἐπικληθεῖσα. καὶ τὰ ὀνόματα τῶν βασιλέων αὐτῶν ἐστιν ταῦτα· Βαλλὰς βασι- λεὺς Σοδόμων, Βαρσὰς βασιλεὺς Γομόρρας, Σενναὰρ βασιλεὺς Ἀδάμας, Ὑμοὸρ βασιλεὺς Σεβωείν, Βαλὰχ βασιλεὺς Σηγώρ, τῆς καὶ Βαλὰκ κεκλημένης. οὗτοι ἐδούλευσαν τῷ Χοδολλαγόμορ βασιλεῖ τῶν Ἀσσυρίων ἕως ἐτῶν δύο καὶ δέκα. ἐν δὲ τῷ τρισκαιδεκάτῳ ἔτει ἀπὸ τοῦ Χοδολλαγόμορ ἀπέστησαν. καὶ οὕτως ἐγένετο τότε τοὺς τέσσαρας βασιλεῖς τῶν Ἀσσυρίων συνάψαι πόλεμον πρὸς τοὺς πέντε βασιλεῖς. αὕτη ἀρχὴ ἐγένετο πρώτη τοῦ γίνεσθαι πολέμους ἐπὶ τῆς γῆς. καὶ κατέκοψαν τοὺς γίγαντας Καραναείν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Ὀμμαίους ἐν αὐτῇ τῇ πόλει, καὶ τοὺς Χορραίους τοὺς ἐν τοῖς ὄρεσιν ἐπονομαζομένοις Σηεὶρ ἕως τῆς καλουμένης Τερεβίνθου τῆς Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ. Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐγένετο βασιλεὺς δίκαιος ὀνόματι Μελχισεδὲκ ἐν πόλει Σαλήμ, τῇ νῦν καλουμένῃ Ἱεροσόλυμα· οὗτος ἱερεὺς ἐγένετο πρῶτος πάντων ἱερέων τοῦ θεοῦ τοῦ ὑψίστου. ἀπὸ τούτου ἡ πόλις ὠνομάσθη Ἱερουσαλήμ, ἡ προειρημένη Ἱερο- σόλυμα· ἀπὸ τούτου εὑρέθησαν καὶ ἱερεῖς γινόμενοι ἐπὶ πᾶσαν τὴν γῆν. μετὰ δὲ τοῦτον ἐβασίλευσεν Ἀβιμέλεχ ἐν Γεράροις· μετὰ δὲ τοῦτον ἕτερος Ἀβιμέλεχ· ἔπειτα ἐβασίλευσεν Ἔφρων καὶ ὁ Χετ- ταῖος ἐπικληθείς. τὰ μὲν οὖν περὶ τούτων πρότερον γεγενημένων βασιλέων οὕτως τὰ ὀνόματα περιέχει· τῶν δὲ κατὰ Ἀσσυρίους πολλῶν ἐτῶν μεταξὺ οἱ λοιποὶ βασιλεῖς παρεσιγήθησαν τοῦ ἀναγραφῆναι· πάντων ἐσχάτων καθ' ἡμᾶς χρόνων ἀπομνημονεύονται γεγονότες βασιλεῖς τῶν Ἀσσυρίων Θεγλαφάσαρ, μετὰ δὲ τοῦτον Σελαμανάσαρ, εἶτα Σενναχαρείμ. τοῦ δὲ τρίαρχος ἐγένετο Ἀδραμέλεχ Aἰθίοψ, ὃς καὶ Aἰγύπτου ἐβασίλευσεν· καίπερ ταῦτα, ὡς πρὸς τὰ ἡμέτερα γράμματα, πάνυ νεώτερά ἐστιν. Ἐντεῦθεν οὖν κατανοεῖν τὰς ἱστορίας ἐστὶν τοῖς φιλομαθέσιν καὶ φιλαρχαίοις, ὅτι οὐ πρόσφατά ἐστιν τὰ ὑφ' ἡμῶν λεγόμενα διὰ τῶν ἁγίων προφητῶν. ὀλίγων γὰρ ὄντων ἐν πρώτοις τῶν τότε ἀνθρώπων ἐν τῇ Ἀραβικῇ γῇ καὶ Χαλδαϊκῇ, μετὰ τὸ διαμερισθῆναι τὰς γλώσσας αὐτῶν, πρὸς μέρος ἤρξαντο πολλοὶ γίνεσθαι καὶ πληθύνεσθαι ἐπὶ πάσης τῆς γῆς. καὶ οἱ μὲν ἔκλιναν οἰκεῖν πρὸς ἀνατολάς, οἱ δὲ ἐπὶ τὰ μέρη τὰ τῆς μεγάλης ἠπείρου καὶ τὰ πρὸς βόρειον, ὥστε διατείνειν μέχρι τῶν Βριττανῶν ἐν τοῖς ἀρκτικοῖς