1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

39

πάντα διοικεῖσθαι ἐπιστάμεθα, ἀλλ' ὑπ' αὐτοῦ μόνου, καὶ νόμον ἅγιον μεμαθήκαμεν, ἀλλὰ νομοθέτην ἔχομεν τὸν ὄντως θεόν, ὃς καὶ διδάσκει ἡμᾶς δικαιοπραγεῖν καὶ εὐσεβεῖν καὶ καλοποιεῖν. Καὶ περὶ μὲν εὐσεβείας λέγει· Ὅὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω ἢ ὅσα ἐν τῇ γῇ κάτω ἢ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου." Περὶ δὲ τοῦ καλοποιεῖν ἔφη· "Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἵαν μακροχρόνιος ἔσῃ ἐπὶ τῆς γῆς, ἧς ἐγὼ δίδωμί σοι κύριος ὁ θεός." Ἔτι περὶ δικαιοσύνης· Ὅὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ, οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν αὐτοῦ οὐδὲ τὸν ἀγρὸν αὐτοῦ οὐδὲ τὸν παῖδα αὐτοῦ οὐδὲ τὴν παιδίσκην αὐτοῦ οὐδὲ τοῦ βοὸς αὐτοῦ οὐδὲ τοῦ ὑποζυγίου αὐτοῦ οὐδὲ παντὸς κτήνους αὐτοῦ, οὔτε ὅσα ἐστὶν τῷ πλησίον σου. οὐ δια- στρέψεις κρῖμα πένητος ἐν κρίσει αὐτοῦ, ἀπὸ παντὸς ·ήματος ἀδίκου διαποστήσει, ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς, οὐ δικαιώσεις τὸν ἀσεβῆ καὶ δῶρα οὐ λήψῃ· τὰ γὰρ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς βλεπόντων καὶ λυμαίνεται ·ήματα δίκαια." Τούτου μὲν οὖν τοῦ θείου νόμου διάκονος γεγένηται Μωσῆς, ὁ καὶ θεράπων τοῦ θεοῦ, παντὶ μὲν τῷ κόσμῳ, παντελῶς δὲ τοῖς Ἑβραίοις, τοῖς καὶ Ἰουδαίοις καλουμένοις, οὓς κατεδουλώσατο ἀρχῆθεν βασιλεὺς Aἰγύπτου, τυγχάνοντας σπέρμα δίκαιον ἀνδρῶν θεοσεβῶν καὶ ὁσίων, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· ὧν ὁ θεὸς μνησθεὶς καὶ ποιήσας θαυμάσια καὶ τέρατα διὰ Μωσέως παράδοξα ἐρρύσατο αὐτούς, καὶ ἐξήγαγεν ἐκ τῆς Aἰγύπτου, ἀγαγὼν αὐτοὺς διὰ τῆς ἐρήμου καλουμένης· οὓς καὶ ἀπεκατέστησεν εἰς τὴν Χανα- ναίαν γῆν, μετέπειτα δὲ Ἰουδαίαν ἐπικληθεῖσαν, καὶ νόμον παρέθετο καὶ ἐδίδαξεν αὐτοὺς ταῦτα. τοῦ μὲν οὖν νόμου μεγάλου καὶ θαυ- μασίου πρὸς πᾶσαν δικαιοσύνην ὑπάρχοντος δέκα κεφάλαια ἃ προειρήκαμεν, τοιαῦτά ἐστιν. Ἐπειδὴ οὖν προσήλυτοι ἐγενήθησαν ἐν γῇ Aἰγύπτῳ ὄντες τὸ γένος Ἑβραῖοι ἀπὸ γῆς τῆς Χαλδαϊκῆς (κατ' ἐκεῖνο καιροῦ λιμοῦ γενομένης ἀνάγκην ἔσχον μετελθεῖν εἰς Aἴγυπτον σιτίων ἐκεῖ πιπρασκομένων, ἔνθα καὶ χρόνῳ παρῴκησαν· ταῦτα δὲ αὐτοῖς συνέβη κατὰ προαναφώνησιν θεοῦ), παροικήσαντες οὖν ἐν Aἰγύπτῳ ἔτεσι τετρακοσίοις καὶ τριάκοντα, ἐν τῷ τὸν Μωσῆν μέλλειν ἐξάγειν αὐτοὺς εἰς τὴν ἔρημον ὁ θεὸς ἐδίδαξεν αὐτοὺς διὰ τοῦ νόμου λέγων· "Προσήλυτον οὐ θλίψετε· ὑμεῖς γὰρ οἴδατε τὴν ψυχὴν τοῦ προσηλύ- του· αὐτοὶ γὰρ προσήλυτοι ἦτε ἐν τῇ γῇ Aἰγύπτῳ." Τὸν μὲν οὖν νόμον, τὸν ὑπὸ τοῦ θεοῦ δεδομένον αὐτοῖς, ἐν τῷ παραβῆναι τὸν λαόν, ἀγαθὸς ὢν καὶ οἰκτίρμων ὁ θεός, μὴ βουλόμενος διαφθεῖραι αὐτούς, πρὸς τῷ δεδωκέναι τὸν νόμον ὕστερον καὶ προφήτας ἐξέπεμψεν αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, πρὸς τὸ διδάσκειν καὶ ἀναμιμνήσκειν τὰ τοῦ νόμου αὐτοὺς καὶ