1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

47

Ἀβραὰμ ἔτη γσοη. Ἰσαὰκ ὁ προειρημένος ἕως τεκνογονίας ἔζησεν ἔτη ξ, ὃς ἐγέν- νησεν τὸν Ἰακώβ· ἔζησεν ὁ Ἰακὼβ ἕως τῆς μετοικησίας τῆς ἐν Aἰγύπτῳ γενομένης, ἧς ἐπάνω προειρήκαμεν, ἔτη ρλ, ἡ δὲ παροίκη- σις τῶν Ἑβραίων ἐν Aἰγύπτῳ ἐγενήθη ἔτη υλ, καὶ μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Aἰγύπτου ἐν τῇ ἐρήμῳ καλουμένῃ διέτριψαν ἔτη μ. γίνεται οὖν τὰ πάντα ἔτη γ"λη, ᾧ καιρῷ τοῦ Μωσέως τελευτή- σαντος διεδέξατο ἄρχειν Ἰησοῦς υἱὸς Ναυῆ, ὃς προέστη αὐτῶν ἔτεσιν κζ. Μετὰ δὲ τὸν Ἰησοῦν τοῦ λαοῦ παραβάντος ἀπὸ τῶν ἐντολῶν τοῦ θεοῦ ἐδούλευσαν βασιλεῖ Μεσοποταμίας Χουσαράθων ὄνομα ἔτεσιν ὀκτώ. εἶτα μετανοήσαντος τοῦ λαοῦ κριταὶ ἐγενήθησαν αὐτοῖς. Γοθονεὴλ ἔτεσιν τεσσαράκοντα, Ἐκλὼν ἔτεσιν ιη, Ἀὼθ ἔτεσιν η. ἔπειτα πταισάντων αὐτῶν ἀλλόφυλοι ἐκράτησαν ἔτεσιν κ. ἔπειτα ∆εββώρα ἔκρινεν αὐτοὺς ἔτεσιν μ· ἔπειτα Μαδιανῖται ἐκράτησαν αὐτῶν ἔτεσιν ζ. εἶτα Γεδεὼν ἔκρινεν αὐτοὺς ἔτεσιν μ, Ἀβιμέλεχ ἔτεσιν γ, Θωλὰ ἔτεσιν κγ, Ἰαεὶρ ἔτεσιν κβ. ἔπειτα Φυλιστιεὶμ καὶ Ἀμμανῖται ἐκράτησαν αὐτῶν ἔτεσιν ιη. εἶτα Ἰεφθάε ἔκρινεν αὐτοὺς ἔτεσιν ἕξ, Ἐσβὼν ἔτεσιν ζ, Aἰλὼν ἔτεσιν ι, Ἀβδὼν ἔτεσιν η. ἔπειτα ἀλλόφυλοι ἐκράτησαν αὐτῶν ἔτεσιν μ. εἶτα Σαμψὼν ἔκρινεν αὐτοὺς ἔτεσιν κ. ἔπειτα εἰρήνη ἐν αὐτοῖς ἐγένετο ἔτεσιν μ. εἶτα Σαμηρὰ ἔκρινεν αὐτοὺς ἐνιαυτόν, Ἠλὶς ἔτεσιν κ, Σαμουὴλ ἔτεσιν ιβ. Μετὰ δὲ τοὺς κριτὰς ἐγένοντο βασιλεῖς ἐν αὐτοῖς, πρῶτος ὀνόματι Σαούλ, ὃς ἐβασίλευσεν ἔτη κ, ἔπειτα ∆αυὶδ ὁ πρόγονος ἡμῶν ἔτη μ. γίνεται οὖν μέχρι τῆς τοῦ ∆αυὶδ βασιλείας τὰ πάντα ἔτη υ%η. Μετὰ δὲ τούτους ἐβασιλεύει Σολομών, ὁ καὶ τὸν ναὸν τὸν ἐν Ἱεροσολύμοις κατὰ βουλὴν θεοῦ πρῶτος οἰκοδομήσας, δι' ἐτῶν μ, μετὰ δὲ τοῦτον Ῥοβοὰμ ἔτεσιν ιζ, καὶ μετὰ τοῦτον Ἀβίας ἔτεσιν ζ, καὶ μετὰ τοῦτον Ἀσὰ ἔτεσιν μα, καὶ μετὰ τοῦτον Ἰωσαφὰτ ἔτεσιν κε, μετὰ δὲ τοῦτον Ἰωρὰμ ἔτη η, μετὰ δὲ τοῦτον Ὀχοζίας ἐνιαυτόν, καὶ μετὰ τοῦτον Γοθολία ἔτεσιν ἕξ, μετὰ δὲ ταύτην Ἰωὰς ἔτεσιν μ, καὶ μετὰ τοῦτον Ἀμεσίας ἔτεσιν λθ, καὶ μετὰ τοῦτον Ὀζίας ἔτεσιν νβ, μετὰ δὲ τοῦτον Ἰωαθὰμ ἔτεσιν ιϚ, μετὰ δὲ τοῦτον Ἄχαζ ἔτεσιν ιζ, καὶ μετὰ τοῦτον Ἐζεκίας ἔτεσιν κθ, μετὰ δὲ τοῦτον Μανασσὴς ἔτεσιν νε, μετὰ δὲ τοῦτον Ἀμὼς ἔτεσιν β, μετὰ δὲ τοῦτον Ἰωσίας ἔτεσιν λα, μετὰ δὲ τοῦτον Ὠχὰς μῆνας γ, μετὰ δὲ τοῦτον Ἰωακεὶμ ἔτη ια, ἔπειτα Ἰωακεὶμ ἕτερος μῆνας γ ἡμέρας ι, μετὰ δὲ τοῦτον Σεδεκίας ἔτη ια. μετὰ δὲ τούτους τοὺς βασιλεῖς, διαμένοντος τοῦ λαοῦ ἐπὶ τοῖς ἁμαρτήμασιν καὶ μὴ μετανοοῦντος, κατὰ προφητείαν Ἰερεμίου ἀνέβη εἰς τὴν Ἰουδαίαν βασιλεὺς Βαβυ- λῶνος, ὄνομα Ναβουχοδονόσορ. οὗτος μετῴκησεν τὸν λαὸν τῶν Ἰουδαίων εἰς Βαβυλῶνα καὶ τὸν ναὸν κατέστρεψεν, ὃν ᾠκοδομήκει Σολομών. ἐν δὲ τῇ μετοικεσίᾳ Βαβυλῶνος, ὁ λαὸς ἐποίησεν ἔτη ο. γίνεται οὖν μέχρι τῆς παροικεσίας ἐν γῇ Βαβυλῶνος τὰ πάντα ἔτη δ"νδ μῆνες Ϛ ἡμέραι ι. Ὃν τρόπον δὲ ὁ θεὸς προεῖπεν διὰ Ἰερεμίου τοῦ προφήτου τὸν