1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

44

ἐκβεβλημένους ἀπὸ γῆς Aἰγύπτου ὑπὸ βασιλέως Φαραώ, οὗ τοὔνομα Τέθμωσις, ὅς, φασίν, μετὰ τὴν ἐκβολὴν τοῦ λαοῦ ἐβασίλευσεν ἔτη εἴκοσι πέντε καὶ μῆνας δ, ὡς ὑφῄρηται Μαναιθώς. καὶ μετὰ τοῦτον Χεβρῶν ἔτη ιγ. μετὰ δὲ τοῦτον Ἀμένωφις ἔτη κ, μῆνας ἑπτά. μετὰ δὲ τοῦτον ἡ ἀδελφὴ αὐτοῦ Ἀμέσση ἔτη κα, μῆνας ἐννέα. μετὰ δὲ ταύτην Μήφρης ἔτη ιβ, μῆνας θ. μετὰ δὲ τοῦτον Μηφραμ- μούθωσις ἔτη κε, μῆνας ι. καὶ μετὰ τοῦτον Τυθμώσης ἔτη θ, μῆνας η. καὶ μετὰ τοῦτον Ἀμένωφις ἔτη λ, μῆνας ι. μετὰ δὲ τοῦτον Ὠρος ἔτη λϚ, μῆνας πέντε. τούτου δὲ θυγάτηρ Ἀκεγχερὴς ἔτη ιβ, μῆνα α. μετὰ δὲ ταύτην Ῥαθῶτις ἔτη θ. μετὰ δὲ τοῦτον Ἀκεγχήρης ἔτη ιβ, μῆνας ε. μετὰ δὲ τοῦτον Ἀκεγχήρης ἔτη ιβ, μῆνας γ. τοῦ δὲ Ἄρμαϊς ἔτη δ, μῆνα α. καὶ μετὰ τοῦτον Ῥαμέσσης ἐνιαυτόν, μῆνας δ. μετὰ δὲ τοῦτον Ἀρμέσσης Μιαμμοῦ ἔτη ξϚ καὶ μῆνας β. καὶ μετὰ τοῦτον Ἀμένωφις ἔτη ιθ, μῆνας Ϛ. τοῦ δὲ Σέθως καὶ Ῥαμέσσης ἔτη ξ, οὕς φασιν ἐσχηκέναι πολλὴν δύνα- μιν ἱππικῆς καὶ παράταξιν ναυτικῆς κατὰ τοὺς ἰδίους χρόνους. Oἱ μὲν Ἑβραῖοι, κατ' ἐκεῖνο καιροῦ παροικήσαντες ἐν γῇ Aἰγύπτῳ καὶ καταδουλωθέντες ὑπὸ βασιλέως ὃς προείρηται Τέθμω- σις, ᾠκοδόμησαν αὐτῷ πόλεις ὀχυράς, τήν τε Πειθὼ καὶ Ῥαμεσσῆ καὶ Ὤν, ἥτις ἐστὶν Ἡλίου πόλις· ὥστε καὶ τῶν πόλεων τῶν τότε ὀνομαστῶν κατ' Aἰγυπτίους δείκνυνται προγενέστεροι οἱ Ἑβραῖοι ὄντες, οἳ καὶ προπάτορες ἡμῶν, ἀφ' ὧν καὶ τὰς ἱερὰς βίβλους ἔχομεν ἀρχαιοτέρας οὔσας ἁπάντων συγγραφέων, καθὼς προειρή- καμεν. Aἴγυπτος δὲ ἡ χώρα ἐκλήθη ἀπὸ τοῦ βασιλέως Σέθως· ὁ γὰρ Σέθως, φασίν, Aἴγυπτος καλεῖται. τῷ δὲ Σέθως ἦν ἀδελφὸς ᾧ ὄνομα Ἄρμαϊς· οὗτος ∆αναὸς κέκληται ὁ εἰς Ἄργος ἀπὸ Aἰγύπτου παραγενόμενος, οὗ μέμνηται οἱ λοιποὶ συγγραφεῖς ὡς πάνυ ἀρχαίου τυγχάνοντος. Μαναιθὼς δὲ ὁ κατ' Aἰγυπτίους πολλὰ φλυαρήσας, ἔτι μὴν καὶ βλάσφημα εἰπὼν εἴς τε Μωσέα καὶ τοὺς σὺν αὐτῷ Ἑβραίους, ὡς δῆθεν διὰ λέπραν ἐκβληθέντας ἐκ τῆς Aἰγύπτου, οὐχ εὗρεν τὸ ἀκριβὲς τῶν χρόνων εἰπεῖν. ποιμένας μὲν γὰρ αὐτοὺς εἰπὼν καὶ πολεμίους Aἰγυπτίων, τὸ μὲν ποιμένας ἄκων εἶπεν, ἐλεγχόμενος ὑπὸ τῆς ἀληθείας· ἦσαν γὰρ ὄντως ποιμένες οἱ προπάτορες ἡμῶν, οἱ παροικήσαντες ἐν Aἰγύπτῳ, ἀλλ' οὐ λεπροί. παραγενόμενοι γὰρ εἰς τὴν γῆν τὴν καλουμένην Ἰουδαίαν, ἔνθα καὶ μεταξὺ κατῴκησαν, δηλοῦται ᾧ τρόπῳ οἱ ἱερεῖς αὐτῶν διὰ προστάγματος θεοῦ προσ- καρτεροῦντες τῷ ναῷ, τότε ἐθεράπευον πᾶσαν νόσον ὥστε καὶ λεπρῶντας καὶ πάντα μῶμον ἰῶντο. ναὸν ᾠκοδόμησεν Σολομὼν ὁ βασιλεὺς τῆς Ἰουδαίας. Περὶ δὲ τοῦ πεπλανῆσθαι τὸν Μαναιθὼ περὶ τῶν χρόνων ἐκ τῶν ὑπ' αὐτοῦ εἰρημένων δῆλόν ἐστιν· ἀλλὰ καὶ περὶ τοῦ βασιλέως τοῦ ἐκβαλόντος αὐτούς, Φαραὼ τοὔνομα. οὐκέτι γὰρ αὐτῶν ἐβασίλευσεν· καταδιώξας γὰρ Ἑβραίους μετὰ τοῦ στρατεύματος κατεποντίσθη εἰς τὴν ἐρυθρὰν θάλασσαν. ἔτι μὴν καὶ οὓς ἔφη ποιμένας πεπολεμηκέναι