1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

32

καὶ πρὸς τοὺς γενητοὺς λεγομένους ἔφη· Eἰ δὲ γενητὸν ὅλως καὶ φθείρεται, οὐ δύνατ' ἀνδρὸς ἐκ μηρῶν μήτρας τε θεὸς τετυπωμένος εἶναι. ἀλλὰ θεὸς μόνος εἷς πανυπέρτατος, ὃς πεποίηκεν οὐρανὸν ἡέλιόν τε καὶ ἀστέρας ἠδὲ σελήνην, καρποφόρον γαῖάν τε καὶ ὕδατος οἴδματα πόντου, οὔρεα θ' ὑψήεντα καὶ ἀέναα χεύματα πηγῶν· τῶν τ' ἐνύδρων πάλι γεννᾷ ἀνήριθμον πολὺ πλῆθος. ἕρπετα δὲ γαίης κινούμενα ψυχοτροφεῖται, ποικίλα τε πτηνῶν λιγυρόθροα, τραυλίζοντα, ξουθά, λιγυπτερόφωνα, ταράσσοντ' ἀέρα ταρσοῖς, ἐν δὲ νάπαις ὀρέων ἀγρίαν γένναν θέτο θηρῶν· ἡμῖν τε κτήνη ὑπέταξεν πάντα βροτοῖσιν, πάντων δ' ἡγητῆρα κατέστησεν θεότευκτον, ἀνδρὶ δ' ὑπαίταξεν παμποίκιλα κοὐ καταληπτά. τίς γὰρ σὰρξ δύναται θνητῶν γνῶναι τάδ' ἅπαντα; ἀλλ' αὐτὸς μόνος οἶδεν ὁ ποιήσας τάδ' ἀπ' ἀρχῆς ἄφθαρτος κτίστης αἰώνιος, αἰθέρα ναίων, τοῖς ἀγαθοῖς ἀγαθὸν προφέρων πολὺ πλείονα μισθόν, τοῖς δὲ κακοῖς ἀδίκοις τε χόλον καὶ θυμὸν ἐγείρων, καὶ πόλεμον καὶ λοιμὸν ἴδ' ἄλγεα δακρυόεντα. ἄνθρωποι, τί μάτην ὑψούμενοι ἐκριζοῦσθε; Aἰσχύνθητε γαλᾶς καὶ κνώδαλα θειοποιοῦντες. οὐ μανίη καὶ λύσσα φρενῶν αἴσθησιν ἀφαιρεῖ, εἰ λοπάδας κλέπτουσι θεοί, συλοῦσι δὲ χύτρας; ἀντὶ δὲ χρυσήεντα πόλον κατὰ πίονα ναίειν σητόβρωτα δέδορκε, πυκναῖς δ' ἀράχναις δεδίασται· προσκυνέοντες ὄφεις κύνας αἰλούρους, ἀνόητοι, καὶ πετεηνὰ σέβεσθε καὶ ἑρπετὰ θηρία γαίης καὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα, καὶ παρ' ὁδοῖσι λίθων συγχώσματα· ταῦτα σέβεσθε ἄλλα τε πολλὰ μάταια, ἃ δή κ' αἰσχρὸν ἀγορεύειν, εἰσι θεοὶ μερόπων δόλῳ ἡγητῆρες ἀβούλων τῶν δὴ κἀκ στόματος χεῖται θανατηφόρος ἰός. ὃς δ' ἔστι ζωή τε καὶ ἄφθιτον ἀέναον φῶς, καὶ μέλιτος γλυκερώτερον ἀνδράσι χάρμα ἐκπροχέει τῷ δὴ μόνῳ αὐχένα κάμπτειν, καὶ τρίβον αἰώνεσσιν ἐν εὐσεβέεσσ' ἀνακλίνοις. ταῦτα λιπόντες ἅπαντα, δίκης μεστὸν τὸ κύπελλον ζωρότερον, στιβαρόν, βεβαρημένον, εὖ μάλ' ἄκρητον, εἱλκύσατ' ἀφροσύνῃ μεμανηότι πνεύματι πάντες· κοὐ θέλετ' ἐκνῆψαι καὶ σώφρονα πρὸς νόον ἐλθεῖν, καὶ γνῶναι βασιλῆα θεόν, τὸν πάντ' ἐφορῶντα. τοὔνεκεν αἰσθομένοιο πυρὸς σέλας ἔρχετ' ἐφ' ὑμᾶς· λαμπάσι καυθήσεσθε δι' αἰῶνος τὸ πανῆμαρ, ψευδέσιν αἰσχυνθέντες ἐπ' εἰδώλοισιν ἀχρήστοις. οἱ δὲ θεὸν τιμῶντες ἀληθινὸν ἀέναόν τε ζωὴν κληρονομοῦσι, τὸν αἰῶνος χρόνον αὐτοὶ