1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

46

κασιν περὶ τῶν καθ' ἡμᾶς χρόνων οἱ συγγράψαντες Μαναιθὼς ὁ Aἰγύπτιος καὶ ὁ Μένανδρος ὁ Ἐφέσιος, ἔτι δὲ καὶ Ἰώσηππος ὁ ἀναγράψας τὸν Ἰουδαϊκὸν πόλεμον τὸν γενόμενον αὐτοῖς ὑπὸ Ῥωμαίων, ἀρκετῶς ἤτω ἡμῖν τὰ εἰρημένα. ἐκ γὰρ τούτων τῶν ἀρχαίων δείκνυται καὶ τὰ τῶν λοιπῶν συγγράμματα ἔσχατα εἶναι τῶν διὰ Μωσέως ἡμῖν δεδομένων γραμμάτων, ἔτι μὴν καὶ τῶν μεταξὺ προφητῶν· ὁ γὰρ ὕστερος τῶν προφητῶν γενόμενος Ζαχαρίας ὀνόματι ἤκμασεν κατὰ τὴν ∆αρείου βασιλείαν. Ἀλλὰ καὶ οἱ νομοθέται πάντες μεταξὺ εὑρίσκονται νομοθετοῦντες. εἰ γάρ τις εἴποι Σόλωνα τὸν Ἀθηναῖον, οὗτος γέγονεν κατὰ τοὺς χρόνους Κύρου καὶ ∆αρείου τῶν βασιλέων, κατὰ τὸν χρόνον Ζαχαρίου τοῦ προειρημένου προφήτου, μεταξὺ γεγενημένου πάνυ πολλοῖς ἔτεσιν· ἤτοι καὶ περὶ Λυκούργου ἢ ∆ράκοντος ἢ Μίνω τῶν νομο- θετῶν, τούτων ἀρχαιότητι προάγουσιν αἱ ἱεραὶ βίβλοι, ὅπου γε καὶ τοῦ ∆ιὸς τοῦ Κρητῶν βασιλεύσαντος, ἀλλὰ μὴν καὶ τοῦ Ἰλιακοῦ πολέμου δείκνυται προάγοντα τὰ γράμματα τοῦ θείου νόμου τοῦ διὰ Μωσέως ἡμῖν δεδομένου. Ἵνα δὲ ἀκριβεστέραν ποιήσωμεν τὴν ἀπόδειξιν τῶν καιρῶν καὶ χρόνων, θεοῦ ἡμῖν παρέχοντος οὐ μόνον τὰ μετὰ κατακλυσμὸν ἱστοροῦντες ἀλλὰ καὶ τὰ πρὸ κατακλυσμοῦ εἰς τὸ καὶ τῶν ἁπάντων κατὰ τὸ δυνατὸν εἰπεῖν ἡμῖν τὸν ἀριθμόν, νυνὶ ποιησόμεθα, ἀνα- δραμόντες ἐπὶ τὴν ἀνέκαθεν ἀρχὴν τῆς τοῦ κόσμου κτίσεως, ἣν ἀνέ- γραψεν Μωσῆς ὁ θεράπων τοῦ θεοῦ διὰ πνεύματος ἁγίου. εἰπὼν γὰρ τὰ περὶ κτίσεως καὶ γενέσεως κόσμου, τοῦ πρωτοπλάστου ἀνθρώπου, καὶ τὰ τῶν ἑξῆς γεγενημένων, ἐσήμανεν καὶ τὰ πρὸ κατακλυσμοῦ ἔτη γενόμενα. ἐγὼ δ' αἰτοῦμαι χάριν παρὰ τοῦ μόνου θεοῦ, εἰς τὸ τἀληθῆ κατὰ τὸ θέλημα αὐτοῦ πάντα ἀκριβῶς εἰπεῖν, ὅπως καὶ σὺ καὶ πᾶς ὁ τούτοις ἐντυγχάνων ὁδηγῆται ὑπὸ τῆς ἀληθείας καὶ χάριτος αὐτοῦ. ἄρξομαι δὴ πρῶτον ἀπὸ τῶν ἀναγεγραμμένων γενεαλογιῶν, λέγω δὲ ἀπὸ τοῦ πρωτοπλάστου ἀνθρώπου τὴν ἀρχὴν ποιησάμενος. Ἀδὰμ ἕως οὗ ἐτέκνωσεν ἔζησεν ἔτη σλ, υἱὸς δὲ τούτου Σὴθ ἔτη σε, υἱὸς δὲ τούτου Ἐνῶς ἔτη ρ%, υἱὸς δὲ τούτου Καϊνὰν ἔτη ρο, υἱὸς δὲ τούτου Μαλελεὴλ ἔτη ρξε, υἱὸς δὲ τούτου Ἰάρεθ ἔτη ρξβ, υἱὸς δὲ τούτου Ἐνὼχ ἔτη ρξε, υἱὸς δὲ τούτου Μαθουσάλα ἔτη ρξζ, υἱὸς δὲ τούτου Λάμεχ ἔτη ρπη. τούτῳ δὲ υἱὸς ἐγενήθη ὁ προειρημένος Νῶε, ὃς ἐτέκνωσεν τὸν Σὴμ ὢν ἐτῶν φ. ἐπὶ τούτου ἐγένετο ὁ κατακλυσμὸς ὄντος αὐτοῦ ἐτῶν χ. τὰ πάντα οὖν μέχρι κατακλυσμοῦ γεγένηται ἔτη βσμβ. Μετὰ δὲ τὸν κατακλυσμὸν εὐθέως ὁ Σὴμ ὢν ἐτῶν ρ ἐτέκνωσεν τὸν Ἀρφαξάθ, Ἀρφαξὰθ δὲ ἐτέκνωσεν Σαλὰ ὢν ἐτῶν ρλε, ὁ δὲ Σαλὰ ἐτέκνωσεν ὢν ἐτῶν ρλ, τούτου δὲ υἱὸς Ἕβερ ὢν ἐτῶν ρλδ, ἀφ' οὗ καὶ τὸ γένος αὐτῶν Ἑβραῖοι προσηγορεύθησαν, τούτου δὲ υἱὸς Φαλὲγ ὢν ἐτῶν ρλ, τούτου δὲ υἱὸς Ῥαγαῦ ὢν ἐτῶν ρλβ, τούτου δὲ υἱὸς Σεροὺχ ὢν ἐτῶν ρλ, τούτου δὲ υἱὸς Ναχὼρ ὢν ἐτῶν οε, τούτου δὲ υἱὸς Θάρρα ὢν ἐτῶν ο, τούτου δὲ υἱὸς Ἀβραὰμ ὁ πατρι- άρχης ἡμῶν ἐτέκνωσεν τὸν Ἰσαὰκ ὢν ἐτῶν ρ. Γίνονται οὖν μέχρι