1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

1

De fato et providentia

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΤΕ ΚΑΙ

ΠΡΟΝΟΙΑΣ ΛΟΓΟΙ ΕΞ. ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΤΕ ΚΑΙ ΠΡΟΝΟΙΑΣ.

Λόγος αʹ. Πολλῆς γέμει ταραχῆς ἡμῶν ἡ ζωὴ, καὶ θορύβων μεστὸς ὁ παρὼν βίος ἐστίν· ἀλλ' οὐ τοῦτό ἐστι τὸ χαλεπὸν, ἀγαπητοὶ, ἀλλ' ὅτι τοὺς θορύβους τούτους καὶ τὰς ταραχὰς, ἢ πρὸς τὸ πραότερον μεταθεῖναι δυνάμενοι, ἢ μένοντες φέρειν ἀλύπως, οὐδέτερον τούτων μεμελετήκαμεν, ἀλλ' ἀποδυσπετοῦντες τὸν ἅπαντα διατελοῦμεν χρόνον· καὶ ὁ μὲν πενίαν, ὁ δὲ νόσον ὀδύρεται, ἄλλος φροντίδων ὄγκον, καὶ προστασίαν οἰκίας, ἕτερος παιδοτροφίαν, ἄλλος ἀπαιδίαν. Καὶ θέα τῆς ἀνοίας τὴν ὑπερβολήν· οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς πράγμασιν, ἀλλ' ἐπὶ τοῖς ἐναντίοις ἴσως πάντες θρηνοῦμεν. Καίτοι γε εἰ τῶν πραγμάτων ἡ φύσις ἡμῖν αἰτία τῶν ὀδυρμῶν ἦν, οὐκ ἐχρῆν ἐπὶ τοῖς ἐναντίοις ἴσως ὀδύρεσθαι· ἀλλ' εἰ πενία κακὸν καὶ ἀφόρητον, τὸν ἐν πλούτῳ ζῶντα οὐδέποτε ἐχρῆν ἀλύειν· καὶ εἰ ἀπαιδία κακὸν, τὸν πολυπαιδίας ἀπολαύοντα εὐθυμεῖν ἐχρῆν. Πάλιν εἰ τὸ τὰ κοινὰ τῆς πόλεως πράγματα διοικεῖν, καὶ τιμῶν ἀπολαύειν, καὶ πολλοὺς ἔχειν τοὺς ὑποκειμένους ζηλωτὸν, ἐχρῆν τὸν ἀπράγμονα βίον καὶ γαληνὸν φευκτὸν εἶναι, καὶ παρὰ πάντων ἀνθρώπων μισεῖσθαι. Νῦν δὲ ὅταν ἴδῃς, ὅτι πλούσιοι καὶ πένητες ἴσως ὀδύρονται, πολλάκις δὲ ὁ πλουτῶν ὑπὲρ πένητα τοῦτο πάλιν ποιεῖ, καὶ ὁ ἀρχῆς ἀπολαύων, καὶ ὁ ἀρχόμενος, καὶ ὁ πολλῶν παίδων πατὴρ, καὶ ὁ μηδένα ὅλως ἐσχηκὼς, μὴ τὰ πράγματα 50.750 τῆς ἀταξίας αἰτιώμεθα, ἀλλὰ τοὺς οὐ δυναμένους αὐτοῖς εἰς δέον χρήσασθαι, καὶ πάσης ἀθυμίας ἀπαλλάττειν ἑαυτούς. Ἡ γὰρ ταραχὴ καὶ ὁ θόρυβος οὐχὶ τούτων ἐστὶ περιπέτεια, ἀλλ' ἡμεῖς καὶ ἡ ἡμετέρα διάνοια· ὡς ἐὰν αὐτὴ καλῶς ἡμῖν ᾖ κατεσκευασμένη, κἂν μυρίοι πανταχόθεν ἐγείρωνται χειμῶνες, ἐν γαλήνῃ καὶ λιμένι καθευδούμεθα διαπαντός· ὥσπερ οὖν οὐκ εὖ ἐχούσης αὐτῆς, κἂν ἐξ οὐρίων ἡμῖν ἅπαντα φέρηται, τῶν ἐν ναυαγίοις ὄντων οὐδὲν ἄμεινον διακεισόμεθα. Τοῦτο γοῦν ἐστι καὶ ἐπὶ τῶν σωμάτων ἰδεῖν. Ὁ μὲν γὰρ ἰσχυρὸν τὸ ἑαυτοῦ κατεσκευακὼς σῶμα, κἂν μυρίαις ἀέρων ἀνωμαλίαις μάχηται, οὐ μόνον οὐδὲν πείσεται δεινὸν, ἀλλὰ καὶ προσθήκην ἰσχύος τῇ γυμνασίᾳ καὶ τῇ τῆς δυσκρασίας ὁμιλίᾳ προσέλαβεν· ἂν δὲ ἀσθενὲς ἔχῃ καὶ διάραιον, κἂν ἀρίστης ἀπολαύῃ τῆς τῶν ὡρῶν κράσεως, οὐδὲν αὐτῷ πλέον ἀπὸ ταύτης ἔσται τῆς εὐμοιρίας, τῆς οἴκοθεν ἀσθενείας τῇ παρὰ τῶν ὡρῶν εὐκληρίᾳ λυμαινομένης. Οὕτω καὶ ἐπὶ τῶν σιτίων ὁρῶμεν· ὅταν μὲν γὰρ ἰσχυρὸν καὶ ἐῤῥωμένον ἡμῖν τὸ σῶμα τῆς γαστρὸς ᾖ, πᾶν ὅπερ ἂν ἐνδέχηται, κἂν σκληρὸν ᾖ, κἂν αὐτῷ ἀκατέργαστον, πρὸς καθαρὸν αὐτὸ μετασχηματίζει χυμὸν, τῆς φυσικῆς κράσεως περιγιγνομένης τῆς ἐν τῷ σιτίῳ κακίας· ὅταν δὲ ὁ τόνος αὐτοῦ καταλελυμένος ᾖ καὶ χαῦνος, κἂν τὸ πάντων εὐχυμότερον αὐτῇ προσενέγκῃς ἔδεσμα εἰς τὸ χείριστον αὐτὸ μετεῤ 50.751 ῥύθμισε καὶ διέφθειρε, τῆς ἀσθενείας τὴν ἀρετὴν αὐτοῦ λυμαινομένης. Οὕτω δὴ καὶ ἡμεῖς, ὅταν ἴδωμεν πραγμάτων ἀταξίαν, μὴ τὸν Θεὸν αἰτιώμεθα, ἀγαπητοί· τοῦτο γὰρ οὐχὶ φάρμακόν ἐστιν εὑρεῖν τῷ τραύματι, ἀλλὰ τραῦμα ἐπαγαγεῖν τραύματι. Μὴ δαίμοσι λογιζώμεθα τοῦ κόσμου τὴν οἰκονομίαν, μὴ ἀπρονόητα εἶναι νομίζωμεν τὰ παρόντα, μὴ γενέσεώς τινος καὶ εἱμαρμένης τυραννίδα