1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

1

Αnnales

ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΑΚΡΟΠΟΛΙΤΟΥ ΧΡΟΝΙΚΗ ΣΥΓΓΡΑΦΗ.

1 Τὸ τῆς ἱστορίας χρήσιμον καὶ πρὸ ἡμῶν οἱ συγ γραψάμενοι διωρίσαντο, καὶ ἅπερ ἂν ἐκείνοις ἐπῆλθεν εἰπεῖν, ταῦτ' ἂν καὶ ἡμεῖς ἐρεῖν ἔχωμεν· τί γὰρ ἂν καὶ εὕροιμεν καινότερον νόημα τοσούτων ἱστορησάντων καὶ σύμπαν καλὸν τῆς ἱστορίας ἀποφηναμένων ἐν τοῖς σφετέροις συγγράμ μασι; τάχα δέ, ὃ πλέον ἐκείνων ἐν τοῖς νῦν προκειμένοις ἡμῖν λέξειν ἄξιον, τοῦτό γε ἂν τῆς ἡμετέρας συγγραφῆς προβαλούμεθα· τὸ δέ ἐστιν ὅτι, καινοτέρων ἡμῖν προκει μένων πραγμάτων, ἃ μήπω τις γραφῇ παραδέδωκε, καινό τερον συμβαίνει εἶναι καὶ τὸ ὠφέλιμον, ἐκείνων ἐν γνώσει τῶν ἀνθρώπων γεγενημένων, ἅπερ ὁ χύδην ῥέων λόγος οὐκ ἀληθῶς ἀποφαίνεται. οἱ μὲν οὖν τὰ καθ' ἡμᾶς ἱστο ρικῶς συγγραψάμενοι ἄλλην ἄλλος πεποίηνται τὴν ἀρχήν· οἱ μὲν γὰρ αὐτῶν ἀπὸ τῆς τοῦ κόσμου γενέσεως ἤρξαντο, οἱ δὲ ἐξ ἀξιολόγου τινὸς ἀρχῆς, ἢ Περσῶν ἢ Ἑλλήνων ἢ Ῥωμαίων ἢ ἄλλου οὑτινοσοῦν τῶν ἐθνῶν, ἕκαστος πρὸς τὸν ἑαυτοῦ σκοπὸν τὸ οἰκεῖον καταρτιζόμενος σύγγραμμα. καὶ ἡμῖν οὐχ ἥκιστα οὕτω τὰ τῆς συγγραφῆς τελεσθήσεται. τὰ μὲν γὰρ ἀπ' ἀρχῆς γεγενημένα τῆς τοῦ κόσμου γενέσεως πολλοῖς τε καὶ πολλάκις ἐξιστορήθη, οὐ χρὴ δὲ λέγειν καὶ εἰ πρὸς ἀλλήλους οἱ πλείους ἠναντιοφώνησαν τὰ τῶν βασιλέων συγγράφοντες, ἀλλοιώσεις τε χωρῶν καὶ πόλεων στάσεις καὶ πολέμων συρρήξεις καὶ ἀνδραποδισμοὺς καὶ νίκας καὶ ἥττας καὶ ὅσα τοιαῦτα συμβαίνει τοῖς καθ' ἡμᾶς. πολυσχιδῶν γὰρ τουτωνὶ τελούντων καὶ μηδὲ παρ' αὐτῶν ἴσως τῶν ἐνεργούντων γινωσκομένων, σχολῇ γε ἂν τοῖς ἐξιστοροῦσι τοῦ ἀληθοῦς παντάπασι γενήσεται ἡ ἐπίτευξις· ἐκ τοῦ μᾶλλον δὲ καὶ ὅσα τῇ κοινῇ φήμῃ γνωρίζεται, ταῦτα τὸν ἐξιστοροῦντα παραλήψασθαι δέον, εἰ μὴ ἀδικεῖν οὗτος ἐθε λήσειε τὴν ἀλήθειαν ὡς οἱ τοὺς ὀβολοὺς κερματίοις ἐλλυ μαινόμενοι ἢ καὶ παραχαράττειν βουλόμενοι. οὔτε γοῦν πρὸς χάριν οὔτε πρὸς φθόνον, ἀλλ' οὐδὲ πρὸς μῖσος ἢ καὶ πρὸς εὔνοιαν συγγράφειν χρεών ἐστι τὸν συγγράφοντα, ἀλλ' ἱστο ρίας μόνον χάριν καὶ τοῦ μὴ λήθης βυθῷ, ἣν ὁ χρόνος οἶδε γεννᾶν, παραδοθῆναι τὰ ὑπό τινων γεγενημένα, εἴτ' ἀγαθὰ εἴτε φαῦλα τυγχάνοιεν. ἀρχὴ δὲ ἡμῖν γενέσθω ἡ τῆς Κωνσταντίνου πόλεως ἅλωσις, οὕτω τοι περιφανὴς καὶ γνώριμος οὖσα σύμπασιν ὡς μηδὲ ἓν εἶναι τῶν ἐθνῶν, ὃ μὴ ταύτην ἐγνώρισεν.

2 Ἀλεξίου τοῦ Κομνηνοῦ, ἀδελφοῦ τελοῦντος τοῦ προ βεβασιλευκότος Ἰσαακίου, Ἀγγέλων καὶ ἀμφοῖν ὀνομαζομένων, τὰ τῶν Ῥωμαίων τότε διιθύνοντος σκῆπτρα, οἱ ἐξ Ἰταλίας κατὰ τῆς Κωνσταντινουπόλεως ἐξεστράτευσαν. ἡ δὲ αἰτία τοιάδε. κατέβαλε μὲν τῆς ἀρχῆς τὸν ἀδελφὸν Ἰσαάκιον ὁ προειρημένος Ἀλέξιος καί οἱ τὰς ὄψεις ἐπήρωσε, καὶ ἦν τὸ ἀπὸ τοῦδε τῆς τῶν Ῥωμαίων κρατήσας ἀρχῆς. ὑπῆρχε δὲ τῷ Ἰσαακίῳ υἱὸς ἐκ τῆς προτέρας αὐτοῦ γυναικὸς γεννη θείς, τὸν μείρακα ἤδη ἀμείβων. ὃς δυσανασχετήσας τῇ τοῦ πατρὸς παροινίᾳ τὴν φυγήν τε μηχανησάμενος περὶ τὴν Ῥώμην χωρεῖ καὶ τῷ ταύτης ἀρχιερεῖ ἑαυτὸν προσρίπτει, λιπαρῶς τε τούτῳ προσκείμενος τὴν πατρικὴν ἐκδίκησιν ἐπεζήτει. ἐπεὶ δὲ τῷ τότε τύχοι πλήθη πολλὰ εἰς ἓν συν αχθῆναι τῶν Ἰταλῶν, οἱ μὲν ἐξ αὐτῆς Ἰταλίας, οἱ δὲ ἐκ τῆς τῶν Φράγγων ἀρχῆς, ἐκ δὲ Ἐνετῶν ἕτεροι καὶ ἐξ ἄλλων ἄλλοι καὶ ἡ πρόφασις εἰς ἐλευθερίαν τῆς Ἱερουσαλὴμ ἀπελθεῖν, ὅπου ὁ κυριακὸς τυγχάνει τάφος-ἦν δὲ ὁ τού τους συναθροίσας ὁ ἀρχιερατικῶς τῆς πρεσβυτέρας προϊστά μενος Ῥώμης, ὅν, ὡς προειρήκειν, ὑπὲρ τῆς πατρικῆς ἀρχῆς ὁ τοῦ Ἰσαακίου ἐξελιπάρει υἱός-ταῖς παρακλήσεσι τοῦ παιδὸς δυσωπηθεὶς ὁ πάπας, μάλιστα δὲ ταῖς ὑποσχέ σεσιν-