1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

22

δοκεῖν ὑπ' αὐτῶν βιασθέντες τὴν ἐκβολήν. τὸ μὲν οὖν ἄστυ τῆς Τζουρουλοῦ καὶ αὖθις ἑάλω, ἐκστρατευσάντων κατ' αὐτῶν τῶν Λατίνων καὶ συμ μαχούντων τούτοις καὶ τῶν Σκυθῶν. εἰς φυλακὴν δὲ ἦν τούτου ὁ Πετραλίφας Ἰωάννης, ὃς μέγας χαρτουλάριος πρὸς τοῦ βασιλέως Ἰωάννου τετίμητο, ἀνὴρ γενναῖος τὴν χεῖρα καὶ πολεμικοῖς πράγμασι κατεξητασμένος παιδόθεν. τὸ δὲ τῆς Λατινικῆς δυνάμεως περιὸν καὶ τὸ ἀπειροπληθὲς τῶν Σκυθῶν καὶ τὸ τῶν ἑλεπόλεων συχνόν τε καὶ καρτερὸν παραδοῦναι τοῦτον τὸ ἄστυ τοῖς Ἰταλοῖς πεποιήκεσαν. φασὶ δέ τινες καὶ προδοσίαν μελετῆσαί τινας κρύφα, κἀντεῦθεν πτοηθῆναι τὸ ἀπρόοπτον τῆς ἁλώσεως. οἱ μὲν οὖν Λατῖ νοι τὴν Τζουρουλὸν ἐχειρώσαντο, καὶ τοὺς ἐν ταύτῃ Ῥω μαίους συνάμα τῷ Πετραλίφᾳ δεσμώτας ἤγαγον εἰς τὴν Κωνσταντίνου, καὶ πρὸς τοὺς οἰκείους αὐτοὺς ἀπημπόλησαν. Τοῦ δὲ ἄστεος τῆς Τζουρουλοῦ πολιορκουμένου παρὰ τῶν Ἰταλῶν, ὁ βασιλεὺς Ἰωάννης τριήρεις ἱκανὰς συσκευασάμενος καὶ στράτευμα οὐκ ὀλίγον μεθ' ἑαυτοῦ προσλαβὼν κατὰ τῶν Ἰταλῶν ἐπεχείρει. ἀπὸ μὲν οὖν τῆς Νικομηδείας ἀπά ρας καὶ παραμείψας τὸν Χάρακα ἐπόρθησε τὴν Λακίβυζαν πρὸ καιροῦ καὶ κατέσχε ταύτην, προσέτι δὲ καὶ τὸ τοῦ Νικητιάτου φρούριον, καὶ ὑφ' ἑαυτὸν καὶ τοῦτο πεποίηκεν. ἐδυστύχησε δὲ τῷ τότε ἐν ταῖς τριήρεσιν, ἀπειροπολέμων ὄντων τῶν ἐν αὐταῖς μαχομένων καὶ τοῦ Ἰοφρὲ τοῦ Ἀρμενίου, εἰς τάξιν ἡγεμόνος ἐν τούτοις τυγχάνοντος καὶ ὀκνη ρότερον τελοῦντος περὶ τὰ μάχιμα. προϋπῆρχε δὲ τὴν τῶν τριήρεων στρατηγίαν ὁ Κοντοφρὲ Μανουὴλ περιεζωσμένος, ἀνὴρ γενναῖος τὴν χεῖρα καὶ Ἄρην πνέων κατά τε θάλατ ταν καὶ ξηράν. ἀλλὰ πρό τινων ἡμερῶν θρασυτέρας τὰς διαλέξεις περὶ τοῦ ναυτικοῦ πρὸς τὸν βασιλέα ποιησάμενος -εἰρήκει καὶ γὰρ ὡς οὐκ ἂν ἀντωπήσαιεν ταῖς Ἰταλικαῖς τριήρεσιν αἱ ἡμέτεραι, κἂν πολλαπλασιάζοιντο πρὸς αὐτάς, ἀκριβῶς τὰ περὶ ἀμφοῖν ἐπιστάμενος-παρεστάλη τῆς ἡγεμονίας, καὶ ὁ Ἰοφρὲ αὐτὴν διεδέξατο, καὶ ἡττήθη ἧτταν σφόδρα δεινήν. τριάκοντα γὰρ ἐξάρχων τριήρεων ὑπὸ τρισ καίδεκα ἐκνενίκηται, καὶ τοσαύτας ἀπώλεσεν ὁπόσαι ἦσαν τῶν ἐναντίων· ἑκάστη γὰρ τούτων μίαν ἐκέρδησε λάφυρον αὐτοῖς ἀνδράσι καὶ ὅπλοις. καὶ ταῦτα μὲν ἔσχεν οὕτως. ὁ δὲ βασιλεὺς Ἰωάννης καὶ αὖθις μετὰ τοῦ βασιλέως Ἀσὰν εἰρήνην εἶχε, καὶ τῇ συγγενείᾳ καὶ ἄμφω συνεδέδεντο, οὐκ ἀκριβῶς μὲν τοῦ Ἀσὰν τὰς ἐνόρκους συμφωνίας φυλάττον τος· ἔστι γὰρ ὅτε διὰ κέρδος μικρὸν παρεσπόνδει. τέως οὖν ἐν τῷ φανερῷ καὶ πλατυκῶς ἔστεργε τὴν ἀγάπην καὶ τὰ τῶν φίλων ἐποίει.

38 Ὁ μὲν οὖν Ἀσὰν Ἰωάννης τῆς συζύγου στερηθείς,ἣν ἐξ Οὐγγρίας εἶναι ὁ λόγος φθάσας ἱστόρησεν, ἠγά γετο εἰς γυναῖκα τὴν θυγατέρα τοῦ Ἀγγέλου Θεοδώρου τὴν Εἰρήνην, καλὴν τὸ εἶδος καὶ εὐμεγέθη, μηδὲ τὸ τοῦ αὐτα δέλφου τοῦ πατρὸς αὐτῆς κῆδος ὑπιδών, ὅτιπερ τῇ ἐκ παλ λακίδος αὐτοῦ θυγατρὶ συνηυνάζετο. ἦσαν δὲ τῷ Ἀγγέλῳ Θεοδώρῳ παῖδες ἄρρενες δύο, Ἰωάννης καὶ ∆ημήτριος, καὶ θήλειαι δύο, ἡ Ἄννα καὶ ἡ ῥηθεῖσα Εἰρήνη, μεθ' ἧς ὁ Ἀσὰν παῖδας γεγέννηκε τρεῖς, τὸν Μιχαήλ, τὴν Θεοδώραν καὶ τὴν Μαρίαν. ἀπελύθη γοῦν τῶν δεσμῶν διά τοι τοῦτο καὶ ὁ Ἄγγελος Θεόδωρος, καὶ συναινέσει τοῦ γαμβροῦ αὐ τοῦ τοῦ Ἀσὰν ἐγκρατὴς γενέσθαι τῆς Θεσσαλονίκης καὶ πάσης ἧς πρότερον ἦρχε χώρας ἠθέλησε. καὶ δή τινας ὀλί γους παρὰ τοῦ Ἀσὰν προσλαβόμενος, ἐπεὶ φανερῶς κινῆσαι κατὰ τοῦ Μανουὴλ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἠδύνατο, κρύφα μηχανᾶται τὴν εἰς Θεσσαλονίκην εἴσοδον, εὐτελῆ τινα ἀμ φιασάμενος ῥάκια καὶ τὴν εἴσοδον ὑποκλέψας τῆς πόλεως. ἐπεὶ δὲ εἰσῄει καί τισιν ἐπεγνώσθη τοῖς οἷς ἐβούλετο, οὓς ὅτε εὐτύχει ἐφίλει τε καὶ εὐηργέτει, μεθ' ὧν καὶ τεθάρρηκε τὴν κατὰ τοῦ ἀδελφοῦ σκῆψιν, οὐ πολλοῦ δεηθεὶς τοῦ χρόνου ἐγκρατής τε αὖθις τῆς Θεσσαλονίκης ἐγένετο καὶ τῶν πέριξ πόλεων καὶ χωρῶν. βασιλεὺς δὲ ὀνομάζεσθαι οὐκ ἠθέλησε διὰ τὸ τῶν ὀφθαλμῶν πάθος, τὸν δὲ υἱὸν αὐτοῦ Ἰωάννην βασιλέα ὠνόμασε καὶ ἐρυθροῖς