1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

53

ὑπῆρχον καὶ οἱ τοῦ πάπα πρέσβεις, οὓς ἀπεκβαλεῖν βασιλικῷ προσ τάγματι ἔμελλον. κἀκεῖσε μικρὸν προσκαρτερήσας διὰ τὴν τῶν πρέσβεων ἀπεκβολὴν καὶ δι' ἑτέρας τινὰς ὑποθέσεις, ἐκεῖθεν ἐξιὼν τῆς πρὸς τὸ Ἄλβανον φερούσης ἡπτόμην. καὶ δὴ τὰ Σέρβια παρελθὼν καὶ παραμείψας τὴν Καστορίαν καὶ τὰ ἀμφὶ τὴν Ἀχρίδαν παραγγείλας ἀφικόμην περὶ τὸ Ἄλβανον, κἀκ τούτου μετὰ τῶν τῆς χώρας ἐκκρίτων κατείληφα τὸ ∆υρράχιον. κἀκεῖσε διακαρτερήσας ἡμέρας ὀκτὼ ἐξῄειν, πάντα τὰ καθ' ὁδὸν οἰκονομήσας καὶ καταρτίσας ὡς ἔμοιγε δέον ἐδόκει, κατὰ ταῦτα δὲ καὶ τὰ τοῦ ∆υρραχίου. ἐξορ μήσας γοῦν τοῦ ∆υρραχίου καὶ διελθὼν τὰ τῆς Χουναβίας καὶ τὸ ὄρος ὑπερβὰς ὃ δὴ Κακὴν Πέτραν κατονομάζουσιν, εἰς τὰ περὶ τὴν Μάτην ἀπῄειν κἀντεῦθεν περὶ τὴν ∆έβρην ἀφῖγμαι. πᾶσι δὲ τοῖς καθ' ὁδὸν ξυντυχών, τοῖς ἀμφὶ τὰ ἄστη καὶ τοῖς ἀμφὶ τὰ τοπικὰ στρατόπεδα καὶ τοῖς τὰ δημόσια διενεργουμένοις πράγματα, διὰ τῆς Κυτζάβεως πα ριὼν ἐπὶ τὸν Πρίλαπον ἐγενόμην. ταύτην γοῦν τὴν πορείαν τὴν ἐκ Θεσσαλονίκης μέχρι καὶ αὐτοῦ τοῦ Πριλάπου διὰ τριῶν πεποίηκα τῶν μηνῶν χειμῶνος ὥρᾳ· ∆εκέβριος γὰρ ἦν ὁπότε τῆς Βερροίας ἐξώρμων, καὶ τὸ Φεβρουαρίου τέλος ἐπὶ τὸν Πρίλαπον εἶχέ με.

68 Ἐκεῖσε γοῦν ἀφιγμένου μου φήμη πάμπαν δεινὴ τοῖς ὠσὶν ἐπεισέφρησε. τὰ δὲ τῆς φήμης, ὅτιπερ ὁ τὴν ἡγεμονίαν τοῦ Ἀλβάνου πρὸς τοῦ βασιλέως λαβὼν ὁ Χα βάρων Κωνσταντῖνος πρὸς τοῦ δεσπότου Μιχαὴλ ἑάλω μη χαναῖς τῆς γυναικαδέλφης αὐτοῦ Μαρίας, ἥτις προεῖχε μὲν ἄνδρα Σφραντζῆν τοὐπίκλην, τότε δὲ ὑπῆρχε χήρα· δόλοις γὰρ αὕτη τὸν Χαβάρωνα μετελθοῦσα καὶ γράμμασιν ἐρωτι κοῖς δελεάσασα τούτου τὸ φρόνημα-κουφότερος γὰρ οὗ τος περὶ τὰ τοιαῦτα τυγχάνων ἦν, εἰ καὶ ἄλλως καλὸς ἐτύγχανε στρατιώτης-ταῖς πάγαις ταύτης ἁλώσιμος ἐγε γόνει. τοὐντεῦθεν εἰς ἀποστασίαν φανερὰν ὁ Μιχαὴλ ἐξωρμήκει. ἔγωγε μὲν οὖν διάγων περὶ τὸν Πρίλαπον περὶ τοῦ γεγενημένου δράματος ἐπεπύσμην. ὡς εἶχον γοῦν σπουδῆς πρὸς τὸν Λάσκαριν Μιχαὴλ ἐπιστολὴν ἐπεπόμφειν, τὰ ξυμ βεβηκότα τούτῳ διὰ ταύτης δηλοποιῶν, καὶ περὶ τὴν Πελα γονίαν ἀφῖχθαι τοῦτον γεγράφηκα, ὡς ἂν καὶ αὐτὸς ἀφιγ μένος ἐκεῖσε καὶ ἄμφω εἰς ἓν γεγονότες περὶ τῶν ἀνὰ χεῖρας ἡμῖν πραγμάτων τὴν ξυμβουλὴν ποιησαίμεθα· ξυν ήλθομεν γοῦν καὶ ἄμφω ἐν τῇ Πελαγονίᾳ καὶ μεθ' ἡμῶν καὶ ὁ Ξυλέας σκουτέριος. ὑπελαμβάνομεν γὰρ αὐτὸν ἄν θρωπον στρατιωτικὸν εἶναι ἢ κἂν ῥωμαιόφρονα· καὶ γὰρ καὶ ὁ βασιλεὺς Θεόδωρος πολλὴν περὶ αὐτοῦ εἶχε ὑπόληψιν, στρατιωτικήν τε αὐτὸν αὐχεῖν ἐμπειρίαν καὶ περὶ αὐτὸν καὶ τὰ τῶν Ῥωμαίων εὔνοιαν κεκτῆσθαι τὴν ἀκροτάτην. Ἐπεὶ γοῦν ξυνῄειμεν, ἐβουλευσάμεθα οὑτωσί, τὸν μὲν Λάσκαριν Μιχαὴλ λαβεῖν τὸ ὑπ' αὐτὸν ὅλον στρατόπεδον, τό τε Ῥωμαϊκὸν καὶ τὸ Σκυθικόν, καὶ ἀποχωρῆσαι τῶν περὶ τὴν Βέρροιαν χώρων-ἐκεῖσε γὰρ ἐποιεῖτο τὰς σκηνάς-καὶ περὶ τὴν Πελαγονίαν ὁρμῆσαι κἀκεῖσε στρατοπεδεῦσαι, ὡσαύ τως καὶ ὁ Ξυλέας σκουτέριος ἵνα λάβῃ τὸ ὑπ' αὐτὸν ἅπαν στρατιωτικὸν σύνταγμα-ἐκεῖνο γὰρ μᾶλλον εἰς πλῆθος ἠρίθμητο-καὶ συνέλθοι τῷ Λάσκαρι Μιχαήλ, καὶ ἡνω μένως ἐν τοῖς τῆς Πελαγονίας μέρεσι στρατοπεδεύσασθαι. ἐν ἐπικαίρῳ γὰρ ἦν ὁ τόπος περὶ τὴν τοῦ δεσπότου Μι χαὴλ μάχην καὶ περὶ τὴν τῶν Σέρβων, ὡς ἐπυθόμεθα ὅτι καὶ οὗτοι συμφώνους λόγους πρὸς τὸν Μιχαὴλ ἐπεποίηντο. ἐκείνους μὲν οὖν ἐκπληρῶσαι τὰ βεβουλευμένα ὑπεσχημένους κατέλιπον, ἐγὼ δὲ μετὰ τῆς προσηκούσης ὑπηρεσίας μου τὴν Ἀχρίδα κατέλαβον, εἴ πως ἂν δυνηθείην τὰ τῶν Ἀλβανιτῶν διορθώσασθαι. προύλαβον δὲ ἐξαποστεῖλαι περὶ τὸ Ἄλβανον τὸν ἐπὶ τῆς βασιλικῆς τραπέζης Ἰσαάκιον τὸν Νεστόγγον, ἔνταλμα δοὺς αὐτῷ κατ' ἔθος περιλαμβάνον τὴν τῆς ἡγεμονίας περίληψιν. ὥριστό μοι καὶ γὰρ ἐπ' ἀδείας ἔχειν με τοιαῦτα ποιεῖν, ἐνεργοῦντας καὶ δημόσια διαπραττο μένους καὶ στρατευμάτων προϊσταμένους καὶ χωρῶν ἡγεμο νίαν κεκτημένους ἀνταλλάττειν ὡς ἂν βουλοίμην. εἱλόμην οὖν