1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

47

κατὰ τῶν τῆς Μακεδονίας χώρων ἐκπέπομφε κέρδους τε χάριν καὶ τῆς πρὸς Ῥωμαίους τινὸς ἐκφοβήσεως. ἠρίθμηντο δὲ περί που τὰς τέσσαρας χιλι άδας, ὡς οἱ εἰδότες ἔφασκον Σκύθαι· τινὲς μὲν οὖν καὶ πλείους, οἱ δὲ καὶ ἐλάττους ἔλεγον. οἱ μὲν οὖν Σκύθαι τὴν Ἀδριανοῦ παραμείψαντες τὰ περὶ τὸν ποταμὸν οὗ Ῥηγίνα τοὔνομα λείαν ἐποιοῦντο καὶ τὰ πέριξ τοῦ ∆ιδυ μοτείχου χωρία ἐσκύλευον. οἱ δὲ προλελεγμένοι στρατάρχαι τοῦ εἰς τὸ ∆ιδυμότειχον καταλελειμμένου στρατεύματος, τῶν βασιλικῶν ἐπιλελησμένοι προστάξεων, καθοπλισθέντες κατὰ τῶν Σκυθῶν ἐφώρμησαν. οἱ μὲν οὖν Ῥωμαῖοι, οἷα ἔθος αὐτοῖς, δυσαχθέσιν ὅπλοις κατάφρακτοι ἦσαν, οἱ δὲ Σκύ θαι κοῦφοι ὁπλῖται καὶ τόξοις χρώμενοι. μακρόθεν οὖν οὗτοι τοῖς βέλεσι τοὺς Ῥωμαίους ἔβαλλον καὶ τοὺς ἵππους ἐτίτρωσκον καὶ πεζοὺς τοὺς ἱππότας ῥᾳδίως ἐποίουν καὶ τέλος τρέπουσιν. ὁ μὲν οὖν Λάσκαρις Μανουὴλ ταχύτατον ἔχων τὸν ἵππον, ὃν καὶ Χρυσοπόδην ἐκάλεσε, φυγὰς εἰς τὴν Ἀδριανοῦ ᾤχετο· ὁ δὲ Μαργαρίτης Κωνσταντῖνος ἑάλω καὶ ἄλλοι πολλοὶ μετ' αὐτοῦ τῶν εἰς κεφαλὰς τεταγμένων τῆς στρατιᾶς, οὓς καὶ ἀπημπόλησαν τοῖς Βουλγάροις οἱ Σκύθαι. ὁ μὲν οὖν βασιλεὺς τὰ περὶ τούτου μαθὼν ἠνι άθη, ἔσπευδε δὲ διὰ τάχους περὶ τὸν τοῦ Βουλγαροφύγου χῶρον ἐλθεῖν, καὶ ἐπιτείνας τὸν δρόμον ὀξυτέραν ἐποίει τὴν κίνησιν. ἐπεὶ δὲ καὶ οἱ πευστῆρες ἔφασκον ἐγγὺς τυγ χάνειν τὸ Σκυθικὸν στράτευμα, ἔνθα ἂν αὐτοὺς περιπολεῖν ἔλεγον, ἐκεῖσε καὶ πᾶσαν ἐκίνει τὴν στρατιάν. καὶ ἡμέρας μὲν μιᾶς πλείους τῶν τετρακοσίων διεξήει σταδίων σταθ μούς, οὐκ ἐνέκυρσε δὲ τούτοις· ἐμεμαθήκεσαν γὰρ καὶ οὗτοι τὴν ταχεῖαν τοῦ βασιλέως ἔφοδον, καὶ ὡς εἶχον ποδῶν ἔφυγον, καὶ πλείους δὲ αὐτῶν καὶ περιφανέστεροι τοῦ ἔθνους περί που τὰ μέρη τῆς Βιζύης ξίφους ἔργον ἐγένοντο. ἀποτυχὼν γοῦν τῆς ἐγχειρήσεως ταύτης ὁ βασι λεὺς περὶ τὸν ποταμὸν ὃς Ῥηγίνα καλεῖται τὴν σκηνὴν ἔπηξε, καὶ πᾶσαν ἐκεῖσε συνῆξε τὴν στρατιὰν εἰς πλῆθος οὖσαν πολύ.

62 Ὁ μὲν οὖν τῶν Βουλγάρων ἄρχων, ἐπειδὴ μὴ διαπράξασθαί τι κατὰ Ῥωμαίων ἐδεδύνητο, τοῦ βασιλέως ἐπιδεδημηκότος μετὰ τοσούτων στρατευμάτων ἐν τῇ δυσμῇ καὶ πεπλησιακότος τῇ ἑαυτοῦ, εἰς σπονδὰς ἐτράπετο, καὶ τὸν πενθερὸν αὐτοῦ τὸν Ῥῶσον Οὖρον, τοῦ ῥηγὸς Οὐγ γρίας ἐπὶ θυγατρὶ τελοῦντα γαμβρόν, μεσιτεῦσαι τὰ εἰς εἰρήνην βεβούλευται. καὶ πρῶτα μὲν ἔστειλε πρέσβεις πρὸς τὸν βασιλέα προοικονομήσοντας τὴν εἰς αὐτὸν τοῦ Οὔρου ἄφιξιν ἔξω πτοίας τε εἶναι καὶ ἐντίμως πρὸς τοῦ βασιλέως δεχθῆναι. καὶ γέγονε ταῦτα, καὶ ὁ Οὖρος εἰς τὸν βασιλέα ἀφίκετο. ἐδέχθη οὖν παρὰ τοῦ αὐτοκράτορος ἀσμένως τε καὶ μετὰ τῆς προσηκούσης φιλοτιμήσεως καὶ οὗτός τε καὶ οἱ μετ' αὐτοῦ, καὶ τὴν εἰρήνην πεποίηκεν ἐπομοσάμενος δικαίῳ τε αὐτοῦ καὶ τοῦ γαμβροῦ αὐτοῦ τοῦ τῶν Βουλ γάρων ἄρχοντος, ἀπολυθῆναι μὲν πρὸς τὸν βασιλέα τὸ τῆς Τζεπαίνης ἄστυ-τοῦτο γὰρ καὶ μόνον παρὰ τῶν Βουλγάρων κατείχετο ἀφ' ὧν ὁ βασιλεὺς Ἰωάννης ἐκράτει - εἰρήνην τε πρὸς Βουλγάρους ἔχειν τὸν βασιλέα, καὶ ἑκάτερα τὰ μέρη τοῖς παλαιτέροις ὁρίοις ἀρκεῖσθαι. ἐπεὶ γοῦν οὑτωσὶ ταυτὶ κατὰ γνώμην τετέλεσται τῷ κρατοῦντι, ὁ μὲν Οὖρος τοὺς τῆς ἀποχωρήσεως εἰπὼν λόγους ἐξῄει βασιλικῶν χαρισμάτων τυχών· τὰ δ' ἦσαν εἰς εἴκοσι χιλι άδας ἀπαριθμούμενα ἁπάντων συνεισαγομένων εἰδῶν ἵππων τε καὶ ὑφασμάτων καὶ λοιπῶν· ὁ δὲ βασιλεὺς διεκαρτέρει ἐν τῷ τῆς Ῥηγίνης τόπῳ, τὴν τῆς Τζεπαίνης περιμένων ἀπόλυσιν.

63 Συμβέβηκε δέ τι ἐν τούτοις τῷ τότε πρᾶγμα θαυ μάσιον, μνήμης καὶ ἱστορίας ἄξιον. ἡμέρα ἦν τῶν ἐπι φανῶν τε καὶ ἑορτασίμων, καθ' ἣν τὴν Χριστοῦ μεταμόρ φωσιν οἱ εὐσεβεῖς ἑορτάζομεν· καὶ ἐπεὶ ἔδει καὶ ἀμφὶ τὴν ἱερὰν μυσταγωγίαν, ὡς τὸ εἰωθός, παρεῖναι τὸν βασιλέα, εἰς ἀργίαν ὁ τοῦ ἀρίστου παρετάθη καιρός. ἠριστήσαμεν οὖν καὶ αὐτοί, καὶ μικρόν τι καθευδήσαντες ἀνηγέρθημεν· ἤδη δὲ ὁ ἥλιος τῷ ὁρίζοντι προσήγγισε τῆς δυσμῆς. ἔθος δὲ ὑπῆρχε τῷ