1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

68

ἐβάδιζον καὶ μοναχικὰ ἐνεδέδυντο ἄμφια, ὅπως τὸν φόνον ἐκφύγοιεν, γυναῖκες δὲ εἰς ὀπὰς τειχῶν συνεστέλλοντο καὶ εἰς στοὰς σκοτεινὰς καὶ ἀποκρύφους ἐκρύπτοντο. ὁ δὲ τῆς πόλεως κατάρχων Βαλδουῖνος περὶ τὸ μέγα παλάτιον ὥρμησεν. Οἱ δὲ περὶ τὴν ∆αφνουσίαν ἀπιόντες Λατῖνοι καὶ ὁ μετ' αὐτῶν ποτεστάτος, μηδέν τι τῶν γενομένων γνωρίσαντες, ἐπεὶ μὴ κατὰ τῆς νήσου ∆αφνουσίας ποιῆσαί τι ἴσχυσαν -ἀντελάβετο γὰρ κἀκείνων θεός-παλίνδρομοι πρὸς τὴν πόλιν ἐπανεζεύγνυον. μέχρι μὲν οὖν τοῦ ναοῦ τοῦ ἀρχιστρατήγου τῶν ἄνω δυνάμεων Μιχαὴλ ἐλθόντες, τοῦ περὶ τὸν ἀνάπλουν διακειμένου, οὐδέν τι ὅλως τῶν γενο μένων ἐμεμαθήκεισαν· ἐκεῖσε δὲ ἀφιγμένοι καὶ ταῦτα μαθόντες εἰς τὴν πόλιν ὥρμησαν ἐπελθεῖν. ἀλλὰ τὰ Ῥωμαϊκὰ στρατεύματα τοῦτο γνόντες πῦρ ταῖς οἰκίαις τῶν Λατίνων ἐνέβαλον παρὰ τὸν αἰγιαλὸν κειμέναις, καὶ ἐνέπρησαν ταύ τας, καὶ πρῶτα μὲν τὰς τῶν Βενετικῶν, εἶτα τῶν ἄλλων γενῶν, ἃς καὶ κάμπους κατωνόμαζον. ἐπεὶ δὲ εἶδον τὴν πόλιν πυρπολουμένην οἱ τῶν Λατίνων, τὰς παρειὰς ταῖς χερσὶ τύψαντες, καὶ λαβόντες ὅσους ἠδύναντο ἐντὸς τῶν τριήρεων αὐτῶν καὶ τῶν λοιπῶν πλοίων, ὑπεχώρησαν, μιᾶς τριήρεως εἰς τὸ μέγα παλάτιον ἀπελθούσης καὶ ἀναδεξα μένης τὸν Βαλδουῖνον ἐν χρῷ τῆς ζωγρείας γενόμενον. καὶ ταῦτα μὲν οὕτω ξυνέβη, καὶ ἡ Κωνσταντίνου προνοίᾳ θεοῦ καὶ αὖθις ὑπὸ χεῖρα τοῦ βασιλέως τῶν Ῥωμαίων ἐγένετο κατὰ λόγον δίκαιόν τε καὶ προσήκοντα, Ἰουλίου εἰκοστὴν καὶ πέμπτην ἄγοντος, οὔσης ἐπινεμήσεως τετάρτης καὶ ἀπὸ γενέσεως κόσμου ἔτους ὄντος #22ψξθʹ, ὑπὸ τῶν ἐχθρῶν κρα τουμένη χρόνους πεντήκοντα καὶ ὀκτώ.

86 Περὶ γοῦν τὸ Μετεώριον τότε σκηνουμένου τοῦ βασιλέως ἐξαπίνης φήμη τις νύκτωρ τὰς τῶν πολλῶν περιεβόμβησεν ἀκοάς. ἡ δὲ φήμη παρὰ παιδαρίου τινὸς τῆς αὐταδέλφης τοῦ βασιλέω τῆς ὀνομαζομένης μὲν Εἰρήνης, διὰ δὲ τοῦ μοναδικοῦ σχήματος μετονομασθείσης Εὐλογίας, ἐκ τῶν τῆς Βιθυνίας μερῶν παρ' αὐτὴν ἀφικο μένου, ὡς καθ' ὁδὸν ἐμεμαθήκει παρά του, παρὰ τῶν Ῥωμαϊκῶν στρατευμάτων ἁλῶναι τὴν Κωνσταντίνου. ὡς εἶχε γοῦν τάχους ἡ τοῦ βασιλέως αὐτοκασιγνήτη παρὰ τὸν βασιλέα ἀφιγμένη καταδαρθάνοντα τοῦτον εὗρε, καὶ ἠρέμα πως ἐκίνει αὐτὸν χειρί, ὅπως ἄν γε καὶ γρηγορήσειεν, ἰσχνοτέρᾳ τῇ φωνῇ ὑπολέγουσα ὡς «κατέσχες, ὦ βασιλεῦ, τὴν Κωνσταντινούπολιν.» καὶ πολλάκις τοῦτο εἰρήκει, καὶ ὁ βασιλεὺς ἐπέμενε μηδέν τι πρὸς ταύτην ἀνταποκρινόμενος. ὡς δὲ τὸν λόγον μετέβαλε καὶ εἰρήκει· «ἀνάστηθι βασιλεῦ· ὁ γὰρ Χριστὸς ἀπεχαρίσατό σοι τὴν Κωνσταντινούπολιν,» τῆς κλίνης ἀναστὰς καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἀνατείνας «τοῦτον μὲν» ἔφη «τὸν λόγον, ὦ ἀδελφή, καὶ αὐτὸς δέχο μαι. ὃν δὲ λόγον τὸ πρῶτον εἶπας, ὡς τῆς Κωνσταντίνου κεκράτηκα, οὐδαμῶς ἀποδέχομαι· πῶς γὰρ ἐκ τοῦ Μετεω ρίου ἐγκρατὴς γενοίμην τῆς Κωνσταντίνου; ἀλλ' οὐδὲ στρά τευμα κατ' αὐτῆς ἀξιόλογον πέπομφα. τὸ δὲ ῥᾴω ταῦτα εἶναι θεῷ καὶ αὐτὸς ξυνομολογῶ, καὶ θᾶττον ἂν τὰ μικροῦ καὶ ἀδύνατα τοῖς οἷς βούλοιτο παρασχεῖν καθέστηκε δυνατός.» Ταῦτ' εἰπὼν τοὺς ἐν τέλει πάντας τοὺς ἐκεῖσε τότε τού τῳ συνόντας ξυνήθροισε, καὶ ἐπυνθάνετο εἰ ἀληθῆ δοκεῖ σφίσιν αὐτοῖς τὰ παρὰ τῆς φήμης. καὶ οἱ μὲν συν έθεντο τὰ τῶν λόγων ἐπαληθεύειν, καὶ μάλιστα οἷς ἡ τῶν Λατίνων ἔξοδος ἀκριβέστερον ἐπεγνώσθη· ἔνιοι δὲ τὸν λό γον ἦγον ἐν ἀμφιβόλοις, οἷς οὐκ ἐν γνώσει τὰ τῆς ἄνω προνοίας καθέστηκε κρίματα, ὑπολογιζόμενοι καὶ τὸ πρᾶγμα τῶν δυσχερεστάτων τε εἶναι καὶ μὴ ῥᾳδίως κατορθουμένων. ἐν τοῖς τοιούτοις μὲν λόγοις τὸ τῆς νυκτὸς παρῄει διάστημα. ἐπεὶ δὲ ἡμέρα ἐπέφωσκεν, ἐλπὶς μὲν ἦν πᾶσι τὸν διακομίζοντα τἀληθῆ ἀφικέσθαι πρὸς τὸ στρατόπεδον, ἀλλὰ καὶ τὸ τῆς ἡμέρας ἐκείνης παραδεδραμήκει διάστημα, καὶ οὐδεὶς τοιοῦτος ἀφίκετο. ἤσχαλλον γοῦν αἱ τῶν ἁπάντων ψυχαὶ καὶ ἠδημόνουν, καὶ μάλιστά γε τοῦ βασιλέως. ἀλλὰ νυκτὸς ἐπιούσης ὁ τὴν ἀγαθὴν ἀγγελίαν διακομίζων ἐλήλυθε καὶ σαφῶς εἰρήκει περὶ τοῦ ἔργου,