1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

54

ἀπελθεῖν περὶ τὸ Ἄλβανον καὶ τῆς τῆς χώρας ἕνεκεν διορθώσεως καὶ τοῦ μαθεῖν με τί ἂν ὁ ἐπὶ τῆς βασιλικῆς τραπέζης πεποίηκεν. ἀπελθὼν γοῦν τὸν μὲν ἐπὶ τῆς τρα πέζης, καθὼς ἂν εἶχον ἰσχύος, τοῦ Ἀλβάνου ἐξήγαγον. προύφθασαν γὰρ τὸ τῶν Ἀλβανιτῶν ἔθνος καὶ τὰ τῆς ἀν ταρσίας ἐκπεπληρώκασιν· ἅπαντες γὰρ ξυνῆλθον τῷ ἀπο στάτῃ δεσπότῃ Μιχαήλ. ἐπεὶ γοῦν αὐτὸς ἑώρων τὰ πάντα κυκώμενα, ἐκ τῶν ∆εβρῶν ἀπάρας-πλείους γὰρ ἐκεῖσε ἡμέρας ἢ ἔδει διήνυσα· καὶ γὰρ κύκλῳ τοὺς πολεμίους εἶχον-μετὰ μετρίων τινῶν ἀνδρῶν τῶν ἐξυπηρετούντων μοι μεθ' ὅπλων κατείληφα τὴν Ἀχρίδα. κἀκεῖσε γοῦν τὸν ἐπὶ τῆς τραπέζης εἰς φυλακὴν τοῦ κάστρου ἀφείς, διαβὰς τὴν Πρέσπαν καὶ τὸ οὕτω πως ἐπονομαζόμενον Σιδηρό καστρον, τῷ Πριλάπῳ προσέσχον, καὶ οἷον ἐδόκουν ὡς εἰς λιμένα τινὰ προσοκεῖλαί με ἄκλυστον. Ὑπῆρξε δὲ καὶ ἐμοὶ καὶ τοῖς ἐκεῖσε οὖσιν ἡμετέροις τὰ ἐναντία. τῶν γὰρ πέριξ χωρῶν καὶ κάστρων ὁ ἀντάρτης ἐπιδραξάμενος Μιχαὴλ ἑνὸς καὶ μόνου τοῦ Πριλάπου ἐλεί πετο, καὶ ἔσπευδεν, ὅσον ἦν αὐτῷ δυνατόν, ὑφ' ἑαυτὸν ποιῆσαι τὸν Πρίλαπον· οὕτω γὰρ ἦν ἐξὸν αὐτῷ καὶ ἀσφα λῶς τῶν πέριξ κρατεῖν. ἐπῆλθε γοῦν καὶ ἡμῖν μετ' οὐ πολὺ τὸ πρῶτον ὁ ἀποστάτης Μιχαὴλ μετὰ τοῦ περὶ αὐ τὸν στρατεύματος ἅπαντος, καὶ ἀπεπειράσατο στρατιωτι καῖς μεθοδίαις τοῦ ἄστεος. τὸ δὲ ἦν ἀσφαλὲς καὶ οὐ ῥᾴδιον χειρωθῆναι, ἐθάρρει δὲ οὗτος μᾶλλον ταῖς τῶν οἰκητόρων ἐπιβουλαῖς. τῷ τότε μὲν οὖν ἀπεκρούσθη, καὶ τὸν στρατὸν αὐτοῦ λαβὼν ἐπανέζευξε καὶ τοῖς γύρωθεν τό ποις περιεπόλευεν, ἡμεῖς δ' ἐγκεκλεισμένοι τῷ τοῦ Πριλά που ἄστει καὶ ὡς ἐν εἱρκτῇ καθειργμένοι γεγόναμεν. καὶ τὰ μὲν ἐν ἡμῖν οὕτω ξυνέβη, ὁ δὲ τῆς ἱστορίας λόγος τῶν ἐπὶ τὴν ἕω γεγενημένων ἐχέσθω.

69 Ὁ μὲν οὖν βασιλεὺς διαπεραιωθεὶς τὸν Ἑλλήσποντον, ὡς εἶχε τάχους περὶ τοὺς τῆς Λυδίας τόπους κεχώ ρηκε καὶ περὶ τὰς Σάρδεις τὰς σκηνὰς ἔπηξεν. ὁ δὲ περσάρχης σουλτάν, ὁ φυζακινῆς ἐλάφου κραδίην ἔχων, εἶπεν ἂν ποιητής, τὴν χώραν τούτου καταλιπών, ἐπείπερ καὶ τὸ τούτου στράτευμα καταλέλυται, φυγὰς πρὸς τὸν βασιλέα χωρεῖ. ὁ δὲ ἐδέξατο τοῦτον καὶ δωρήμασιν αὐ τόν τε καὶ τοὺς ἀμφ' αὐτὸν φιλοτίμως ἐδεξιώσατο, καὶ πρὸς τὴν αὐτῶν ἐπαναζεῦξαι τούτους πεποίηκε, δοὺς αὐτοῖς στράτευμα μέτριον· εἰς τετρακοσίους γὰρ καὶ μό νον ἠρίθμητο. ἡγεμόνα δὲ τοῦ στρατεύματος τὸν Ἰσαά κιον ∆ούκαν κατέστησεν, ὃν καὶ Μούρτζουφλον ὠνόμαζον, τῷ γένει τούτου τοὐπίκλην τινῶν ἐπιθέντων τῶν παίζειν εἰωθότων ἐπὶ τὰς κλήσεις, πριμμικήριον ὄντα τότε τῆς βασιλικῆς αὐλῆς. ὁ δὲ περσάρχης ἀντίχαριν ἀντιδοῦναι θέλων τῷ βασιλεῖ τὸ ἄστυ τῆς Λαοδικείας ἀπεχαρίσατο, καὶ εἰσῆλθεν ἐν αὐτῷ καὶ Ῥωμαϊκὴ φυλακή. ἀλλ' ἐπ' ὀλί γον τοῦτο προσεκαρτέρησε, καὶ πάλιν ὑπὸ τοὺς Μουσουλ μάνους τὸ ἄστυ τοῦτο γεγένηται· οὐδὲ γὰρ ἦν δυνατὸν ὑπὸ Ῥωμαίων φυλάττεσθαι. ὁ μὲν οὖν σουλτὰν ἐπεὶ μὴ ἐξίσχυε τοῖς Ταχαρίοις ἀνθίστασθαι, μετὰ τῶν αὐτοῦ λογά δων βουλευσάμενος εἰς ξυμβιβάσεις καὶ συμφωνίας τοῖς Ταχα ρίοις συνῆλθε· καὶ ὑπόφοροι τούτοις ἐγένοντο, καὶ ἔκτοτε τυγχάνουσι σφίσιν αὐτοῖς οἱ Μουσουλμάνοι φορολογούμενοι. Ὁ δὲ Κομνηνὸς Μιχαὴλ ὁ Παλαιολόγος, οὗ πολ λάκις ἐμνήσθημεν, ὅρκον πρὸς τοῦ βασιλέως λαβὼν εἰς ἀσφάλειαν πρὸς αὐτὸν ἐπανέζευξε καὶ τοῖς οἰκείοις αὖ θις ἀποκατέστη καὶ τῶν ἰδίων ἀπήλαυσεν.

70 Οὔπω πάνυ πολλαὶ παρῆλθον ἡμέραι, καὶ ἐπεὶ τὰ περὶ τὴν δυσμὴν ταραττόμενα λίαν ἐπεγνώκει ὁ βασι λεὺς καὶ τὰ πλείω πρὸς τοῦ ἀντάρτου Μιχαὴλ ἁλισκόμενα, καὶ ἔδει στρατηγὸν ἄνδρα μετὰ στρατεύματος εἰς ἀντιπαρά ταξιν στεῖλαι, τὸν εἰρημένον Κομνηνὸν Μιχαὴλ ἐξελέξατο, δοὺς αὐτῷ καὶ στράτευμα ἐκ Μακεδονίας, πάνυ δὲ τῷ ποσῷ ὀλίγον καὶ ἀνωφελέστατον τῇ ποιότητι. ὁ δέ-καὶ γὰρ οὐκ εἶχεν ἀντιλέγειν τοῖς αὐτῷ προσταττομένοις-λαβὼν τὸ σμικροπρεπὲς ἐκεῖνο καὶ ἀπόλεμον στράτευμα τὴν Θεσσαλονίκην καταλαμβάνει, κἀκεῖθεν διαβὰς τὸν Βαρδά ρειον, ὃν οἱ παλαιοὶ Ναξειὸν ὀνομάζουσι, καὶ τῷ Λάσκαρι Μιχαὴλ ἑνωθείς, καὶ