1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

46

θέματος τουτουὶ στρατιᾷ, εἶτα καὶ τζαούσιος γέγονε. δό ξαν δὲ παρασχὼν τῷ βασιλεῖ Ἰωάννῃ ὡς ἐντρεχής ἐστι καὶ ὑπηρετεῖν ἱκανὸς ἐν τοῖς ἀνακτόροις, ἐκεῖθεν ἐκβαλὼν τζαούσιον τῆς αὐτοῦ πεποίηκε τάξεως, εἶτα αὐτῷ καὶ τὸ μέγας προσέθετο. ὁ δὲ βασιλεὺς Θεόδωρος ἄρχοντα τῆς αὐτοῦ κατωνόμακε τάξεως, οὔπω μέχρις αὐτοῦ τὸ τοιοῦτον ἔν τινι γεγονός, ὁ δὲ καὶ τὸ μέγας προσεπέγραφε τῷ ὀνό ματι-τούτους εἰς φυλακὴν τῆς χώρας εἴασε καὶ ἑτέρους ἡγεμόνας οὐκ ὀλίγους. καταλελοίπει δὲ μετ' αὐτῶν καὶ ἀξιόλογον στράτευμα, προσετετάχει δὲ αὐτοῖς μηδ' ὅλως εἰς μάχην ἐγκαταστῆναι τοῖς πολεμίοις, εἴπερ κατὰ τούτων ὁρμήσαιεν, Σκύθας προσλαβόντες εἰς συμμαχίαν· τοῦτο γὰρ ἡ φήμη προύλεγε· καὶ εἰς σκύλευσιν δὲ εἰ κινηθεῖεν τῆς χώρας, αὐτοὺς ἀτρεμεῖν, ἔκ τε τοῦ ∆ιδυμοτείχου τὴν ἀσφά λειαν ἔχοντας-ἐχυρὸν γὰρ τὸ ἄστυ-καὶ ἐκ τοῦ ποταμοῦ Ἕβρου-μέσον γὰρ αὐτῶν στρατοπεδεύειν τούτους ἐκέλευσεν -εἰ μή που ὀλίγη τις κατὰ τῆς χώρας ἐπεισφρήσειε στρα τιά· κατὰ ταύτης γὰρ ποιήσασθαι θαρρούντως τὴν ἔφοδον. Οὑτωσὶ γοῦν ταῦτα πάντα καταρτίσας ὁ βασιλεὺς τὸν Ἑλλήσποντον διαπεραιωθεὶς περὶ τὴν Λάμψακον τὴν σκηνὴν ἔπηξε, κἀκεῖσε τοὺς αὐτοῦ ὀφφικίοις τετιμήκει καὶ ἀξιώμασι. καὶ τὸν μὲν Μουζάλωνα Γεώργιον τὸν ὑπὲρ πάντας ἄλλους τούτῳ φιλούμενον, ὄντα μέγαν δομέστι κον, πρωτοσεβαστόν τε καὶ πρωτοβεστιάριον καὶ μέγαν στρατοπεδάρχην τετίμηκε, τὸν δὲ αὐτοῦ ἀδελφὸν Ἀνδρόνι κον, πρωτοβεστιαρίτην ὄντα, μέγαν δομέστικον κατωνόμασε, τὸν δὲ Ἄγγελον Ἰωάννην, μέγαν πριμμικήριον τελοῦντα, τετίμηκε πρωτοστράτορα, ἀνδράρια μηδενὸς ἢ τριῶν ὀβολῶν ἄξια, παιδιαῖς ἀνατεθραμμένα καὶ κυμβάλων μέλεσί τε καὶ ᾄσμασι, πρὸς οὓς τὸ Ὁμηρικὸν εὐστόχως ἂν ἀπετόξευσε· «ψεῦσταί τ' ὀρχησταί τε χοροτυπίῃσιν ἄριστοι,» πρωτοβεστιαρίτην δὲ τὸν Καρυανίτην πεποίηκε. ταύταις ταῖς παιδιαῖς συμπέπλεγμαι καὶ αὐτός, ἄκων νὴ τὴν Θέμιν καὶ ὡς οὐκ ἐχρῆν βιασθείς, καὶ συνεφάνην τοῖς παίζουσι δυστυχέστερον παίγνιον. ἠλλοίωσε γὰρ ὁ κρατῶν κἀμοὶ τοὔνομα, καὶ οὐκ εἴασεν ἀσυνάπτως Ἀκροπολίτην κατονομάζεσθαι. ἀλλὰ ταῦτα μὲν παρῆλθε, διεξῄει δὲ τὰ περὶ τούτων ὁ τῆς ἱστο ρίας λόγος, ἵνα τὰ μετὰ ταῦτα σαφέστερον ἀπαγγείλῃ. ἐν τῇ Λαμψάκῳ γοῦν μικρὸν διὰ ταῦτα προσκαρτερήσας ὁ αὐτοκράτωρ, καὶ τὰς τοῦ Χριστοῦ πανηγύρεις τῆς τε γέν νας καὶ τῶν φώτων ἀποπληρώσας, διὰ μετρίων πάνυ τῶν ἡμερῶν ἐπεφθάκει τὸ Νύμφαιον.

61 Ἐκεῖσε γοῦν παραχειμάσας, ἐπεὶ τὸ ἔαρ ἐπέλαμψε, πολλὴν συλλεξάμενος στρατιάν-οὐ γὰρ μόνους τοὺς τε ταγμένους ὁπηδεῖν προσέταττεν, ἀλλὰ καὶ τοὺς μηδ' ὅλως ἐν τάξει ποτὲ τελοῦντας τῆς στρατιᾶς· αὐτίκα γὰρ τοὺς ἐξυπηρετοῦντας τοῖς βασιλεῦσιν ἐν θήραις ταῖς τε τῶν θηρῶν ἄγραις, ἐλάφων τε καὶ χοίρων, καὶ τοὺς δι' ἱερά κων θηρεύοντας, πάντας ἁπαξαπλῶς στρατιωτικοῖς συντέ ταχε τάγμασι. καὶ ἦν τὸ συνηγμένον πλῆθος πολύ, καὶ ἡ τοῦ κρατοῦντος δὲ ἀρχὴ ἠνάγκαζε τοὺς πλείους τῶν εἰω θότων φέρειν τι περιττότερον. οὕτω γοῦν πᾶσαν συναγη οχήκει τὴν στρατιάν. ὡς δὲ καὶ τὸν περσάρχην μὴ πράγ ματα ἔχειν παρὰ τῶν Ταχαρίων πρεσβείαν ἐξαποστείλας ἐμεμαθήκει, κατευθὺ πρὸς τὴν δυσμὴν ἐκ τῆς ἕω χωρεῖ· καλῶς γὰρ ἔχειν τὸν περσάρχην τῶν ἐκείνου πραγμάτων οἰόμενος καὶ ἀσφαλῶς μένειν, οὐδ' ὅλως περὶ τῇ ἑαυτοῦ κατὰ τὴν ἕω ἐδεδίει ἀρχῇ. τὴν πᾶσαν γοῦν συνηθροικὼς στρατιὰν μείζονα τῶν ποτὲ παρά τε πατρὸς αὐτοῦ βασιλέως καὶ τούτου συνειλεγμένων εἰς τὸ διαπεραιωθῆναι τὸν Ἑλλήσποντον, ἀφίκετο εἰς τὴν Λάμψακον, ἐλπίσας καὶ τοὺς κατὰ τὸ ∆ιδυμότειχον καταλελειμμένους σώους τε εὑρεῖν κατὰ τὰ προστεταγμένα τούτοις καὶ οὐ σμικρὰν προσθήκην τῇ ἀμφ' αὐτὸν στρατιᾷ ἐμποιήσασθαι. τοὺς δὲ κακοβουλία καὶ τὸ παρακοῦσαι τῆς βασιλικῆς κελεύσεως ἔσφηλεν. Ἐπεὶ γὰρ ὁ τῶν Βουλγάρων ἄρχων μακρότερον διάγειν τὸν βασιλέα ἐγίνωσκε, Σκυθικὸν στράτευμα εἰς σφετέραν συμμαχίαν προσκαλεσάμενος