1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

33

ἐφ' ᾧ τυγχάνειν δρόμωνας καὶ ἕτερα ξύλα τοῖς Γενουΐταις πειρατικά. Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης τὸ Νύμφαιον καταλαβὼν καὶ στόλον συσκευασάμενος ἀξιόμαχον ἐν τῇ Σμύρνῃ, ἱππαγω γούς τε τριήρεις οἰκονομήσας ὡς μέχρι καὶ τῶν τριακοσίων ἵππων ἐπιφέρεσθαι, καὶ εἰς στρατηγὸν αὐτοῖς ἀποτάξας τὸν Κοντοστέφανον Θεόδωρον τὴν τοῦ πρωτοσεβαστοῦ ἀξίαν διέ ποντα, καὶ ὅπως μέλλει τὰ τῆς μάχης καταρτίσαι τε καὶ συν τάξαι ποῦ τε καὶ ὅτε, ἐγγράφως αὐτῷ παραδούς, ἐξαπέστειλεν, ἐπευξάμενος τούτῳ τε καὶ τοῖς μετὰ τούτου τὰ λῴονα. ὁ μὲν οὖν πρωτοσεβαστὸς Θεόδωρος, ταῖς τριήρεσιν ἀναχθεὶς καὶ εἰς τὴν νῆσον ἀφιγμένος Ῥόδον, πάντα τε ὡς ὁ βασιλεὺς προσέταξε διαπραξάμενος, τοὺς Λατίνους κατετροπώσατο· ἔξω γὰρ ληϊζομένοις ἐντυχόντες τοῖς Λατίνοις οἱ τοῦ βασι λέως ἄρδην πάντας σπάθης ἔργον πεποίηνται, τοῦ ἐπὶ τοῦ κεράσματος Ἰωάννου τοῦ Καντακουζηνοῦ ἐπισκηψαμένου μηδενὸς αὐτῶν φείσασθαι. οἱ μὲν οὖν Φράγγοι οἱ ἱππεῖς βασιλικῇ εὐβουλίᾳ οὕτως ἀπώλοντο, οἱ πεζοὶ δὲ Γενουῗται ἐναπολειφθέντες τῷ ἄστει τῆς Ῥόδου κατεῖχον αὐτὸ τοῖς ἔξω μαχόμενοι. ἐπεὶ δὲ οὐ δυνάμεως εἶχον εἰς μακρὸν ἀντέχειν, εἰς ξυμβιβάσεις συνῆλθον· καὶ παρέδωκαν μὲν τὸ ἄστυ τοῖς Ῥωμαίοις, αὐτοὶ δὲ πρὸς τὸν βασιλέα ἀφί κοντο καὶ κατὰ τὰς γεγονυίας τούτοις συνθήκας τῆς βασιλικῆς εὐμενείας ἀπήλαυσαν. καὶ οὕτω δὴ καὶ αὖθις ἡ νῆσος Ῥόδος ὑπὸ Ῥωμαίους ἐγένετο· καὶ ταῦτα μὲν ξυμβέβηκεν οὕτως.

49 Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης μετὰ τοῦ δεσπότου Μιχαὴλ συνθήκας πεποίηκε καὶ εἰς κήδους κοινωνίαν συνῆλθε· τὸν γὰρ τοῦ Μιχαὴλ υἱὸν Νικηφόρον ἐπὶ τὴν θυγατέρα τοῦ υἱοῦ αὐτοῦ τοῦ βασιλέως Θεοδώρου τὴν Μα ρίαν γαμβρὸν ἠγάγετο. καὶ ἡ τούτου γαμετὴ Θεοδώρα τὸν Νικηφόρον μεθ' ἑαυτῆς λαβοῦσα εἰς τὴν ἕω διαπε ραιοῦται καὶ περὶ τὰ μέρη τῶν Πηγῶν τῷ βασιλεῖ διάγοντι ἐντυγχάνει, καὶ ἡ τῶν παίδων μνηστεία γεγένηται. καὶ ἡ Θεοδώρα αὖθις τὸν υἱὸν αὐτῆς λαβοῦσα οἴκαδε ὑπεχώρησε παρὰ τὸν αὐτῆς σύζυγον Μιχαήλ, προσηκόντως φιλοφρονη θέντες παρὰ τοῦ βασιλέως. ἀλλὰ τὸ τῆς παροιμίας κἀπὶ τῷ Μιχαὴλ ἐπαληθεύειν ἐφαίνετο· τὸ στρεβλὸν ξύλον οὐδέποτ' ὀρθόν, καὶ ὁ Αἰθίοψ οὐκ οἶδε λευκαίνεσθαι. εἰς ἀποστα σίαν γὰρ τοῦ βασιλέως ἐφώρμησε, συμβούλῳ περὶ τὴν σκῆψιν τῷ θείῳ αὐτοῦ τῷ Ἀγγέλῳ Θεοδώρῳ χρησάμενος. ὁ γοῦν βασιλεὺς Ἰωάννης ταῦτα γνοὺς καὶ τὴν αὐτῶν συνωμοσίαν μεμαθηκώς, οὐκ ἄλλους οἰόμενος εἶναι ἐναντίους τῇ τῶν Ῥωμαίων ἀρχῇ μετὰ τὴν τῆς Κωνσταντίνου ἅλωσιν ἀλλ' ἢ τούτους, ἐπειδὴ καὶ ἐκεχειρίαν ἦγεν ἀπὸ τοῦ μέρους τῶν Μουσουλμάνων, ἠρέμουν δὲ καὶ τὰ τῶν Βουλγάρων, ἀξιο μάχως καὶ ὡς εἰπεῖν βασιλικῶς παρασκευασάμενος καὶ τὰς δυνάμεις ἁπάσας ὡς ἔδει συντάξας, διαπεραιοῦται τὸν Ἑλλήσποντον, πολλοὺς μὲν καὶ ἄλλους ἔχων στρατηγούς, τὸν δὲ Ταρχανειώτην Νικηφόρον τὸν ἐπὶ τῆς τραπέζης αὐτοῦ οἷον τὰ τοῦ μεγάλου δομεστίκου διεκπληροῦντα· ἐπανεπαύετο γὰρ αὐτοῦ τοῖς ἤθεσι καὶ εὔνουν αὐτὸν ἐλο γίζετο κἀν ταῖς στρατηγίαις, ὡς ἡ πεῖρα μεμαρτύρηκε, δεξι ώτατον. Καταλαβὼν γοῦν τὴν Θεσσαλονίκην κἀκεῖθεν τὰς δυνά μεις ἀπάρας ἐν τοῖς Βοδηνοῖς ἐστρατοπεδεύσατο. πέφθακε δὲ ὁ Ἄγγελος ἐξ αὐτῶν ἀποδρᾶσαι καὶ εἰς τὸν ἀνεψιὸν αὐτοῦ τὸν δεσπότην Μιχαὴλ ἀπελθεῖν. ὁ μὲν οὖν βα σιλεὺς εἰς πολιορκίαν τῶν Βοδηνῶν καταστὰς ἐν οὐ πολλῷ χρόνῳ τὸ τῶν Βοδηνῶν παρεστήσατο ἄστυ, κἀκεῖθεν ἀπάρας ἔν τινι τόπῳ τῇ τοῦ Ὀστροβοῦ ἐγγίζοντι λίμνῃ ἐπήξατο τὰς σκηνάς. καὶ ἐξαποστέλλει στρατηγοὺς κατὰ τῶν χώρων τοῦ δεσπότου Μιχαὴλ τόν τε Στρατηγόπουλον Ἀλέξιον, τὸν Παλαιολόγον Μιχαὴλ τὸν τοῦ μεγάλου δομε στίκου υἱόν, τὸν Μακρηνὸν Ἰωάννην, τὸν Τύραννον Γου δέλλην καὶ ἑτέρους, ἵνα τε ληΐζοιντο τὰ πέριξ καί που εἰ τύχοιεν καὶ στρατεύματος αὐτοῦ εἰς μάχην χωρήσαιεν κατ' αὐτοῦ, καὶ εἴπερ εὐχέρειαν σχοῖεν, καὶ ἄστυ πορθήσαιεν. καὶ οὕτω μὲν ἐκεῖνοι ἐποίουν καὶ προῆγον τῆς τοῦ βασι λέως σκηνῆς ἔμπροσθεν. ὁ δὲ