1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

56

πολεμῆσαι δυνάμενον, εἰς πεντήκοντα ἄνδρας ἠριθμημένον -κατὰ τῶν ἐναντίων ὁρμᾷ. ὁ δὲ Λάσκαρις Μιχαήλ, ὡς εἰώθει, οὐ θώρακα ἀλλὰ θωρακίδιον ἐπενδυθείς, ὡς ἂν ἔχοι ῥᾳδίως φεύγειν, ἐκ πλαγίου τῆς μάχης ἦν καὶ ἐσκόπει τὸ γενησόμενον. ὁ μὲν οὖν Κομνηνὸς Μιχαὴλ τῷ πρώτως ἐπερχομένῳ ξυναντήσας βάλλει τῷ δόρατι καὶ ῥίπτει τῆς ἐφεστρίδος· ἦν δὲ ὁ ῥηθεὶς τοῦ ἀποστάτου Μιχαὴλ νόθος υἱὸς ὁ Θεόδωρος. τοῦ πτώματος γοῦν ἀναστὰς οὗτος προσ έδραμε τῷ Κομνηνῷ Μιχαὴλ καὶ ἐδυσώπει μὴ φονευθῆναι. ἠγνόει δὲ τοῦτον ὁ Κομνηνός, καὶ ὅστις ἦν οὐκ ἠπίστατο. παραδίδωσι γοῦν αὐτὸν Τούρκῳ τινί, καὶ ὃς πεφόνευκε τοῦ τον. εἶτα ξυμπλακέντες οἱ Παφλαγόνες οἱ σὺν αὐτῷ τοῖς λοιποῖς ἄλλος ἄλλον ἔβαλλε, καὶ τὸ τοῦ πολέμου τέλος εἰς τροπὴν μὲν οἱ τοῦ ἀποστάτου Μιχαὴλ ἀπεῖδον, οἱ δ' ἀμφὶ τὸν Κομνηνὸν Μιχαὴλ πλείους ἢ εἴκοσι τῶν ἐγκρίτων ζωγρήσαντες καὶ πολλοὺς ἄλλους ξίφους ἔργον ποιήσαντες ἔστησαν· οὐδὲ γὰρ εἶχον διώκειν πάνυ ὀλίγοι τυγχάνοντες, προδιεφθαρμένων καὶ διαλελυμένων τῶν προαπερχομένων στρατιωτῶν, ὡς εἰρήκειμεν. οὕτω μὲν οὖν καὶ αὐτοῖς δυστυ χῶς ξυνέβη τὰ πράγματα κατ' ἴσον τοῖς περὶ τὸν Πρίλαπον. Ὁ μὲν οὖν Κομνηνὸς Μιχαὴλ καὶ ὁ Λάσκαρις Μιχαὴλ καὶ οἱ ἀμφ' αὐτοὺς ἡγεμόνες τυγχάνοντες τοῦ στρατεύματος, ἐπεὶ παρ' ἡμῶν ἠναγκάζοντο καταλαβεῖν εἰς τὸν Πρίλαπον καὶ ἡμῖν ξυντυχεῖν, ἑκόντες ἄκοντες ἀφίκοντο παρ' ἡμᾶς. καὶ ὀλίγας ἡμέρας προσκαρτερήσαντες μεθ' ἡμῶν, ἐπεὶ μὴ εἶχον δυνάμεως συστάδην ξυνελθεῖν καὶ τὸν ἀποστάτην μαχέσασθαι Μιχαήλ, ἀφέντες ἡμᾶς ὑπέστρεψαν· τήν τε γὰρ ἀπιστίαν τῶν οἰκητόρων διενοήσαντο καὶ τὸ ἀμφίβολον τῶν εἰς φύλαξιν αὐτοῦ τεταγμένων νουνεχῶς ἐτεκμήραντο. ἐν απελείφθην γοῦν καὶ αὐτὸς ἐν Πριλάπῳ μετὰ τῶν ὄντων εἰς τὴν φυλακὴν τοῦ ἄστεος· οὕτω καὶ γάρ μοι ὁ κρατῶν προστέταχεν.

72 Ἐπῆλθε γοῦν τὸ δεύτερον καθ' ἡμῶν ὁ ἀποστάτης Μιχαήλ, καὶ ἐπεὶ ἐκεχειρίαν εἶχεν-ἐπέγνω καὶ γὰρ ὡς αἱ βασιλικαὶ δυνάμεις ἀδυνατοῦσι τοῦτον ἀντιστάδην μα χέσασθαι-περιεστοίχισε τὸ ἄστυ φρουρᾷ καὶ ἑλεπόλεις ἵστα. ἦσαν δὲ οἱ ἐντὸς καὶ οἱ σὺν ἡμῖν τὰ αὐτοῦ φρο νοῦντες. πρώτην γοῦν πεποίηκεν ἀπόπειραν, καὶ ὁπλίσας τὸ σύμπαν αὐτοῦ στράτευμα τῷ ἄστει προσέβαλε, τοξόταις καὶ σφενδονίταις εὐστόχοις χρησάμενος. καὶ κλίμακας ἔφε ρον, ὡς ἂν διὰ τῶν κλιμάκων περὶ τὸ ἄστυ ἀναρριχήσαιντο. ἀλλὰ τότε μὲν ἐτράπησαν καὶ πλείους ἐξ αὐτῶν ἔργον φό νου γεγένηνται, λίθοις βεβλημένοι καὶ ὀϊστοῖς, καὶ μέχρι μὲν ἡμερῶν τινῶν ἡσύχασαν. καὶ πάλιν οἱ ἐντὸς καὶ ἡμέτεροι τούτους ἐκίνησαν, καὶ αὖθις προσβολὴ σφοδροτέρα περὶ τὸ ἄστυ, καὶ ἡ ἀπόκρουσις ὁμοία· οὐδὲ γὰρ ἠδυνή θησάν τι ποιῆσαι, μᾶλλον πεπονθότες ἢ πράξαντες. μέχρι καὶ τρίτου προσέβαλε τὸ δεινόν, καὶ τὰ ὅμοια ἐπ' ἴσης γεγένηνται. ἠρέμησαν γοῦν οἱ ἐναντίοι καὶ ἐν ἡσυχίᾳ προσεφίζανον. οὐδὲ γὰρ ἐτόλμων προσεγγίσαι· μᾶλλον καὶ γὰρ ἔπασχον ἐγγίσαντες ἢ ἐποίουν. οἱ μὲν οὖν τὴν ἀπι στίαν νοσοῦντες ἐδόκουν ἐν τῇ κινήσει τῆς μάχης ὡς τὰ ἑαυτῶν βουλήματα κατορθώσαιντο· θαῦμα δὲ ἂν εἴη τοῖς ἀκούουσι, εἰ ἑνὸς ἀνδρὸς ἥττηντο οὐ πλείους τῶν τεσσαρά κοντα ὑπηρέτας ἔχοντος καὶ μόνῃ τῇ πίστει καὶ τῇ ἀληθείᾳ τεθαρρηκότος. ὡς γοῦν ἀδυνάτως εἶχον μάχῃ καὶ κυδοιμῷ τὰ διαβούλια οἱ καθ' ἡμῶν φρονοῦντες τὰ σφῶν κατορθώ σασθαι, ἐν ἡσυχίᾳ μεμελετήκασι τὸ δεινόν· καὶ σκῆψιν ποιησάμενοι τὴν τοῦ εἰς φυλακὴν τοῦ ἄστεος συντεταγμένου στρατεύματος ζωαρκείας χάριν διοίκησιν, ἐξάγουσιν αὐτοὺς τῶν ἐπάλξεων καὶ περὶ τὰ σιτοφυλακεῖα ἀπάγουσιν. ἐξ ἐρήμης γοῦν ἀνοίγουσι τὰς πύλας οἱ ταῦτα προμελετή σαντες, καὶ ἑάλω οὕτω τὸ τοῦ Πριλάπου ἄστυ, οὐ πολε μίων ἀρετῇ, οὐκ ἀνοχυρότητι τόπου, ἀλλὰ τῇ τῶν φυλάκων ἀβελτηρίᾳ καὶ ἀπιστίᾳ. καὶ ἡμεῖς συνεάλωμεν καὶ δεσμῶ ται γεγόναμεν. οὐδὲ γὰρ ὤνησεν ἡμᾶς τὸ τῆς ἀκροπόλεως φρούριον· πέτρα γὰρ ἦν καὶ ἁλωτὴ δεκαβάθμῳ κλίμακι, εἴπερ ἐπῄεσάν τινες πολεμήσοντες· ἐν ᾗ καὶ