1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

48

βασιλεῖ περὶ δείλην ἑσπέραν ἐποχεῖσθαι καὶ σύμπαν διέρχεσθαι τὸ στρατόπεδον, καὶ ἀμφὶ τὸ τούτου τέρμα εἰς τόπον ἀγχώμαλόν πως τελοῦντα καὶ μικρὸν ὑπερ ανεστηκότα τῆς πεδιάδος ἀνέρχεσθαι καὶ τὴν ὅλην καθορᾶν στρατιάν, ἣν καὶ πόλιν κινουμένην ὠνόμαζε, πάσας τὰς Ῥωμαϊκὰς ἄλλας πόλεις φυλάττουσαν. τοῦτο δὲ οὕτως ἐποίει διηνεκῶς, καὶ ὁ φωσφόρος δὲ εἴπερ τὸν δυτικὸν εἰσδῦναι ὁρίζοντα ἔμελλεν, οὐ κατώκνει τοῦτο ἐργάσασθαι. τὸ δὲ τοῦ στρατοπέδου διάστημα ἀμφί που τὰ τεσσαράκοντα στάδια ἦν, εἰ μή γε καὶ πρός. ἔγωγε οὖν οὐκ ἀγαθῇ τύχῃ τότε χρησάμενος ὁ φιλοβασιλεύς τε καὶ μάταιος, πε πυσμένος ἱππότην εἶναι τὸν βασιλέα, τῆς ἡμιόνου ὡς εἶχον τάχους ἐπιβὰς δρομαῖος ἐφειπόμην αὐτῷ, οὐ τὸ τῆς ὥρας ἄωρον κατοπτεύσας, ὅπερ ἔδει. ἐφ' ἵππου δὲ ὁ βασιλεὺς ἐπιβὰς ταχύτερον ἐπορεύετο, ὡς δὲ εἶδέ με κατόπιν αὐτοῦ μὴ δυνάμενον ἐκείνῳ συνέπεσθαι, ὑπολαβὼν μή πως μα κρύνας οὐχ ἕψομαι, εἰρήκει μοι· «μηδ' ὅλως ἀπολειφθῇς, ἀλλὰ καὶ σχολαιότερον ἔρχου.» Ἀπῄει γοῦν εἰς τὸν συνήθη τόπον, καὶ σὺν αὐτῷ οἱ ἀμφ' αὐτὸν λογάδες συνέστησαν, καὶ αὐτὸς σφίσι ξυνῆλθον ἑπόμενος, καὶ περιέστημεν κατὰ κύκλον πάντες. καὶ ὁ βασιλεὺς «μεμαθήκατε» φησι «τῶν προσφάτως ἀπηγγελμένων ἡμῖν;» καὶ ἡμεῖς «οὔκουν, ὦ βασιλεῦ.» καὶ ὁ βασιλεύς· «ἄνθρωπός τις πρό τινος βραχείας ὥρας ἐλθὼν ἀπήγ γειλέ τι τῶν ἀβουλήτων. τὸ δ' ἦν, ὡς ὁ Ῥῶσος Οὖρος ἡμᾶς ἐξηπάτηκε· χάριν γὰρ κέρδους ἐνταυθοῖ ἀφιγμένος τὴν μεσιτείαν τῆς εἰρήνης ἐψεύσατο καὶ ἐπίορκον ὤμοσε. φενάκη γοῦν ὑπῆρχε τὰ πάντα ἐκείνῳ ὅσα πεποίηκε, καὶ ἀπολογίαν εὐάφορμον ἔχει, ὥς φασι, πρὸς τὴν τῶν ὅρκων διάλυσιν, ὅτιπερ ὁ τῶν Βουλγάρων ἄρχων ὁ τούτου γαμβρὸς τὴν ἐπὶ συμφωνίαις τοιαύταις εἰρήνην οὐ καταδέχεται. τί οὖν ὑμῖν δοκεῖ; ἆρ' ἀληθές ἐστι τοῦτο ἢ ῥῆμα πεπλασμέ νον πρὸς ψευδολόγου;» καὶ ἡμεῖς· «οὐδ' ὅλως δοκεῖ πως» ἔφημεν «ἀληθείας τὸν λόγον ἔχεσθαι· πάνυ γὰρ τυγχάνει οὗτος ψευδὴς καὶ ἀβέβαιος, ὅτιπερ ὁ Ῥῶσος Οὖρος οὐ μόνον ὑπὲρ ἑαυτοῦ ἀλλὰ καὶ ὑπὲρ τοῦ γαμβροῦ αὐτοῦ τοῦ τῶν Βουλγάρων ἄρχοντος ἐπωμόσατο. πῶς οὖν ἐστὶ πεφυ κὸς ἄνθρωπον ὄντα Χριστιανὸν ἐπιορκίᾳ τοιαύτῃ περιπε σεῖν;» καὶ ὁ βασιλεύς· «ἡ τῶν χρημάτων ἴσως ἐπιθυμία παρέπεισεν ἂν αὐτὸν εἰς τοιαύτην ἐξολισθῆσαι κακίαν, καὶ ἡμεῖς οὐ μόνον τὴν τῶν Βουλγάρων ἀγάπην οὐκ ἔχομεν, ἀλλὰ καὶ τοσαῦτα ἐπὶ κενῆς καταναλώκαμεν χρήματα.» «οὐμενοῦν» ἡμεῖς ἔφημεν «ἀληθὲς τουτὶ καθέστηκε, βασιλεῦ.» καὶ ὁ βασιλεὺς ἰδίᾳ καὶ πρὸς ἐμέ· «σὺ δὲ τί φάσκεις πρὸς ταῦτα;» καὶ αὐτός· «οὑτωσί πως ἐν τούτοις ὡς καὶ οἱ ἄλλοι διάκειμαι, καὶ ἐπὶ πολὺ μᾶλλον ψεύδεσθαι τὸ λελεγμένον ἢ ἀληθεύειν οἴομαι. εἰ δέ, οἷα συμβαίνει ποτὲ καὶ ἐν ἐνίοις, καὶ ὁ Οὖρος οὑτοσὶ τοὺς ὅρκους ἠθετηκέναι βεβούληται, δόξας ἡμᾶς ἐξηπατηκέναι, ἀλλ' ἕξει μὲν οὗτος τὸ θεῖον καθ' ἑαυτοῦ πολέμιον, ἡμεῖς δὲ ὑπὲρ ἑαυτῶν τῆς ἀληθείας καὶ τοῦ δικαίου ὑπερμαχόμενον.» ταῦτ' εἴπομεν, καὶ ὁ βασιλεὺς τοῖς λελεγμένοις συνῄνεσε, καὶ ὑποστρέφειν πρὸς τὰς σκηνὰς ἐφωρμήκαμεν· νὺξ γὰρ ἤδη, ἀλλ' ἡ σελήνη πανσέληνος οὖσα φῶς ἡμῖν παρεῖχεν ὁρᾶν. Καὶ ὁ βασιλεὺς διερχόμενος «τί ὑμῖν δοκεῖ περὶ τῶν λελεγ μένων;» αὖθις ἠρώτα. καὶ ἡμεῖς «ψευδὲς τοῦτο, ὦ βασιλεῦ.» τοῦτο δὲ οὐχ ἅπαξ οὐδὲ δὶς ἢ καὶ τρίς, ἀλλὰ καὶ πολλάκις πυθόμενος ἦν, οἷα ἐκεῖνος μικρόψυχος ἐν τοιαύταις ὢν περιστάσεσι. καὶ ἡμεῖς τὰς ἀποκρίσεις ἐξ ἴσου πρὸς τὰς πεύ σεις πεποιηκότες ἐσιωπῶμεν. ὁ δὲ καὶ πάλιν ἠρώτα. ἐπεὶ δὲ τοὺς ἄλλους σιγῶντας ἑώρα, πρὸς μὲ τὸν λόγον ἀπο στρέψας ἠρώτηκε· «σὺ δὲ τί φῂς πρὸς ταῦτα;» τὴν τοῦ ὀφφικίον κλῆσιν προσθείς· «ἡ τοιαύτη γὰρ ὑπόθεσις σοὶ ἁρμόττει καὶ ὡς σὴ καθέστηκε μάλιστα.» ταυτὶ δὲ ἔλεγε πρόφασιν ὀργῆς ζητῶν ἐφευρεῖν. ἦν δ' ἐγώ· «τίνος χάριν ἐστὶν ἐμή; εἰ γὰρ μὴ καλῶς πεποίηκα τὰς γραφὰς καὶ τοὺς ὅρκους τετέλεκα μηδὲ προσηκόντως αὐτόν τε καὶ τοὺς ἀμφ' αὐτὸν ᾠκονόμηκα, σφάλμα τοῦτο ἐμὸν καὶ πταῖσμα μακρόν· εἰ δὲ πρεπόντως ταῦτα γεγένηται καὶ ὡς οὐκ ἄλλως ἐχρῆν, τί πρὸς ἐμὲ τὰ παρ'