1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

70

ἀναστάντες τὸ κύριε ἐλέησον, εἰς ἑκατὸν ἀριθμήσαντες, ἐπεβόησαν. καὶ τούτων τετελεσμένων πρὸς τοῦ ἀρχιερέως καὶ αὖθις ἑτέρα τις ἐξεφωνήθη εὐχή. ὡς ἐν τῇ πρώτῃ γοῦν καὶ ἐν τῇ δευτέρᾳ γεγένηται, καὶ οὕτω πως διαπέπρακται μέχρι καὶ συμπληρώσεως τῶν ὅλων εὐχῶν. ἐπεὶ γοῦν οὑτωσί πως τὰ τῆς ἱεροπραξίας ταύτης γεγένηται, θεοπρεπῶς μᾶλλον ἢ βασιλικῶς τὴν τῆς Χρυσείας πύλην εἰσῆλθεν ὁ βασιλεύς· πεζὸς γὰρ ἐβάδιζε, προήρχετο δὲ τούτου τῆς θεομήτορος ἡ εἰκών. μέχρι μὲν οὖν τῆς τοῦ Στουδίου μονῆς ἀπελθών, ἐκεῖσε τὴν εἰκόνα καταλιπὼν τῆς ὑπεράγνου μητρὸς τοῦ θεοῦ, ἐπιβὰς τοῦ ἵππου περὶ τὸ τῆς Σοφίας τοῦ θεοῦ ἀφίκετο τέμενος. ἐκεῖσε γοῦν τῷ δεσπότῃ προσκυνήσας Χριστῷ καὶ τὰ εἰκότα τούτῳ εὐχαριστήσας, περὶ τὸ μέγα κατηντήκει παλάτιον. ἐν εὐφροσύνῃ γοῦν καὶ θυμηδίᾳ πολλῇ καὶ ἀπλέτῳ χαρᾷ τὸ Ῥωμαϊκὸν τῷ τότε γεγένηται πλήρωμα· οὐδεὶς γὰρ ἦν ὁ μὴ σκιρτῶν τε καὶ ἀγαλλόμενος καὶ μικροῦ δεῖν τῷ πράγματι ἀπιστῶν διὰ τὸ ἀπροσδόκητον τοῦ ἔργου καὶ τὸ ὑπερβάλλον τῆς ἡδονῆς. Ἐπεὶ δὲ ἔδει καὶ τὸν πατριάρχην ἐντὸς γενέσθαι τῆς Κωνσταντίνου, μετὰ παραδρομήν τινων ἡμερῶν λόγοις καὶ τῇ παρὰ τούτων πειθοῖ εἰσῆλθε. καὶ ὁ βασιλεὺς εἰς τὸ ἱερὸν ἀπῆλθεν ἀνάκτορον, τὸ τῆς μεγάλης Σοφίας τέμενος, ἵν' ἐγχειρίσῃ τὴν καθέδραν τῷ ἀρχιερεῖ. καὶ συνήθροιστο μετὰ τοῦ βασιλέως καὶ τῶν ἐν τέλει πάντες καὶ τῶν ἀρχόντων οἱ πρόκριτοι καὶ πᾶσα πληθύς. ὁ βασιλεὺς δὲ τῆς χειρὸς τοῦ πατριάρχου ἐπιλαβόμενος «ἔχεις,» φησί, «τὸν θρόνον σου, δέσποτα, καὶ οὗτινος ἐκ μακροῦ ἐστέρησαι, νυνὶ τῆς καθέδρας ἀπόλαυε.» καὶ οὕτω μὲν καὶ ἐπὶ τῷ πατριάρχῃ τὰ τοῦ βασιλέως ξυνέβη. 89 Ἐγένετο δὲ τῷ τότε καί τι τοιοῦτον, ὃ μὴ παραδοῦναι γραφῇ τῶν οὐ δεόντων ἐλογισάμην. λόγον ἐπὶ τῇ ἀναρρύσει τῆς Κωνσταντίνου συνεγραψάμην. καὶ ὁ σκοπὸς τοῦ λόγου κατὰ τὰς ἀρχὰς εὐχαριστία τε ἦν πρὸς θεὸν τῆς πρὸς Ῥωμαίους τούτου ἀγαθουργίας καὶ τῆς εὐσπλάγχνου κηδεμονίας καὶ ἀντιλήψεως, συνανεκεράννυτο δὲ τῷ λόγῳ καὶ εὐφημία πρὸς τὸν βασιλέα εὐχαριστήριος· ἡ δ' ἐπὶ τέλει τοῦ λόγου ἀξίωσις συναναγορευθῆναι τῷ βασιλεῖ καὶ πατρὶ τὸν βασιλέως πρωτογενῆ παῖδα, τὸν Κομνηνὸν Ἀνδρόνικον. τοῦτο ἐλάνθανε τοὺς πολλοὺς καὶ μάλιστα τῶν ἐν τέλει, οἷς καὶ οὐ κατὰ γνώμην ὑπῆρχε τὸ πρᾶγμα. οἱ μὲν προύχοντες τῶν ἡμετέρων, ὅ τε δεσπότης Ἰωάννης ὁ τοῦ βασιλέως αὐτάδελφος καὶ ὁ πενθερὸς τούτου ὁ σεβαστοκράτωρ Τορνίκιος-ὁ γὰρ καῖσαρ Στρατηγόπουλος, καὶ εἰ παρῆν ἐν τοῖς τοιούτοις, οὐδ' εἶχε περὶ τούτων φροντίδα-τὸν σκοπὸν ἀγνοοῦντες καὶ τὴν ἀξίωσιν τοῦ προβλήματος, ἠνάγκασαν τὸν βασιλέα ἐπ' ἀκροάσει γενέσθαι τοῦ λόγου. ὁ μὲν βασιλεὺς ἐδυσχέραινεν, ἤδη γὰρ μεσεμβρινὰς τὰς ἀκτῖνας ὁ ἥλιος ἔβαλλε καὶ ὁ τοῦ ἀρίστου παρῄει καιρός ***