1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

59

οἶκτον λαβόντων τῶν φονευτῶν· τοιοῦτον γὰρ τὸν θυμὸν ὁ λαὸς ἅπας ἐπέτρεφε κατ' αὐτῶν, ὥστε καὶ μεληδὸν διατε μόντες αὐτούς, μᾶλλον δὲ κατὰ ἄρθρα, ἢ καὶ σμικρὰ τῶν σαρκῶν διελόντες τεμμάχια ἕκαστος τὸ οἰκεῖον τμῆμα κρα τῶν τῆς ἐπιθυμίας ἐνεφορήθησαν. κἀν τῷ τάφῳ δὲ περι στάντες τοῦ βασιλέως Θεοδώρου ὀνειδιστικοῖς καὶ αὐτὸν ἔβαλλον λόγοις, ὅτιπερ τὴν τῶν Ῥωμαίων ἀρχὴν καὶ τὰ αὐ τῆς πράγματα ἀνδραρίοις βδελυροῖς καὶ ἀνθρωπίσκοις οὐτι δανοῖς ἐμπεπίστευκε, τοῖς ἐκ θυμέλης μελωδήμασιν ἀνατε θραμμένοις καὶ αὐλοῖς χαίρουσι καὶ χορδαῖς καὶ πρὸς λύραν ψαλλάττειν ἐκμελετήσασι, καὶ τὸ ὁμηρικὸν ἐξειπεῖν ψεύσταις τ' ὀρχησταῖς τε καὶ ἀρίστοις χοροτυπίῃσι, καταλελοίπει δὲ ἄνδρας γενναίους καὶ περιδεξίους στρατηγούς, καλῶς τε καὶ εὐαρέστως τῷ βασιλεῖ καὶ πατρὶ ἐξυπηρετήσαντας. καὶ ταῦτα μὲν τοιοῦτον ἔσχε τὸν τρόπον.

76 Οἱ δὲ τοῦ Ῥωμαϊκοῦ πλήθους οἵ τε τῶν ἐν τέλει καὶ οἱ τῶν στρατιωτικῶν ταγμάτων, σὺν τοῖς καὶ οἱ τοῦ ἱεροῦ καταλόγου-συμπαρῆν γὰρ αὐτοῖς καὶ ὁ πατρι άρχης καὶ τῶν ἐπιφανεστέρων ἀρχιερέων τινές-σκέψιν ἐπεποίηντο περὶ τῶν κοινῶν πραγμάτων, τίς ἂν εἴη ἄξιος τὴν τούτων οἰκονομίαν λαβεῖν καὶ κρειττόνως τῶν ἄλλων διευθετήσασθαι. οὐ γὰρ προσῆκον ἔκριναν τὴν τῶν Ῥω μαίων ἀρχὴν τοσαύτην οὖσαν ὑπὸ βρεφυλλίου ὀπωριζομένου ἢ καὶ ἀστραγαλίζοντος διευθύνεσθαι, ἀλλ' ἔκριναν χρεὼν εἶναι τὸν δυνάμενον τὴν τῶν Ῥωμαίων σώζειν ὁλκάδα ἐπὶ τῶν οἰάκων καθῆσθαι τῶν βασιλείων, πολλῶν μὲν ἐναντίων πνευμάτων καταπνεόντων αὐτῇ, ἀλλεπαλλήλων δὲ κυμάτων καταβομβούντων καὶ ταραττόντων, καὶ ἁπλῶς εἰπεῖν ἐπὶ μεγάλου τυγχάνουσαν κλύδωνος καὶ κυβερνήτου δεδεημένην γενναίου πρὸς τὸ ὑπεράνω γενέσθαι τῶν ἐπελθόντων ταύτῃ δεινῶν. αὐτίκα γὰρ τὰ μὲν ὁμοροῦντα τοῖς Πέρσαις ταῖς ἐφόδοις ἐθορυβοῦντο τῶν ἐπερχομένων κατὰ Περσῶν Ταχαρίων· οὔπω γὰρ εἰς τελείαν εἰρήνην ἀποκατέστησαν οὐδὲ εἰς ξυμβιβάσεις καὶ συμφωνίας βεβαίας συνῄεσαν. καὶ τὰ ἐν δυσμῇ μέχρι καὶ αὐτοῦ τοῦ Ναξειοῦ ποταμοῦ, ὃν καὶ Βαρδάρειον ὁ πολὺς καλεῖ λαός, ὁ ἀποστάτης Μιχαὴλ ὑφ' ἑαυτὸν ἐποιήσατο, καὶ τὰ ἐν αὐτῇ πολίχνιά τε καὶ φρούρια παρεστήσατο, καὶ ἀφόβως τούτων ἦρχε καὶ ἀκινδύνως ἐδέσποζεν. οὐ μὴν ἀλλὰ καὶ ἑτέρα τις προσδοκία τοὺς πολλούς, μᾶλλον δὲ τοὺς ἐχέφρονας ἔθραττε, τὰς ἐπιγαμ βρίας φημὶ τοῦ ἀποστάτου Μιχαήλ· τόν τε γὰρ ῥῆγα Σικε λίας Μαφρέ, καθὼς προειρήκειμεν, τῇ ἑαυτοῦ θυγατρὶ Ἑλένῃ συνέζευξε, καὶ κῆδος δὲ ἄλλο ἐπὶ τῇ θυγατρὶ αὐτοῦ Ἄννῃ μετὰ τοῦ τῆς Ἀχαΐας πρίγκιπος ἐπεποίητο. ἦν δὲ καὶ ἐν τῇ Κωνσταντινουπόλει τὸ τῶν Λατίνων γένος, ἐχ θρὸν καὶ αὐτὸ τυγχάνον Ῥωμαίοις, ἐν οἷς καὶ βασιλεύων ὁ Βαλδουῖνος ἐτύγχανεν. Οὕτω μὲν οὖν τῶν πραγμάτων δυσχερῶς εἶχεν ἡ τῶν Ῥωμαίων ἀρχή, ἐζήτουν δὲ ἄρα οἱ προύχοντες τὸν καλῶς αὐτῶν προστησόμενον. ξυμπάντων δὲ οἱ ὀφθαλμοὶ πρὸς τὸν Κομ νηνὸν Μιχαὴλ ἀφεώρων, οὗ πολλάκις ὁ λόγος ἀπεμνημόνευσεν. ἐπεὶ δὲ ἔδει καὶ ἐρωτήσεις γενέσθαι πρὸς τὸν λαόν, ἵνα σχοῖεν σφῶν αὐτῶν ἀπόπειραν τῆς βουλήσεως καὶ γνοῖεν ἑκάστου πρὸς ὃν ἔχει οὗτος ῥοπήν, αἱ πεύσεις κατὰ γένη καὶ κατὰ τάξεις ἐγένοντο. καὶ πρῶτον μὲν ἠρωτοῦντο Ῥωμαῖοι, καὶ ἁπαξάπαντες ὁμοθυμαδὸν ὡς ἐξ ἑνὸς στόματος τὸν Κομνη νὸν Μιχαὴλ ἐθέλειν εἶναι ἔλεγον τῶν πραγμάτων κηδεμόνα καὶ φροντιστήν, καὶ ὡς οἰκεῖον δεσπότην ἔχειν αὐτόν. καὶ τὸ Λατινικὸν δὲ φῦλον ἐρωτηθὲν οὐ πολλῆς ἐδεήθη τῆς ἀποκρίσεως, ἀλλ' εὐθὺς τὸν Κομνηνὸν Μιχαὴλ ἐζήτουν καὶ οὗτοι ἀρχηγὸν ἁπάντων τελεῖν. ἐπεὶ δὲ καὶ τὸ Σκυθικὸν ἤροντο γένος, οὐ βαρβαρικῶς ἀπεκρίνοντο ἀλλὰ καὶ Ἑλλη νικῶς τε καὶ συνετῶς, καὶ οὐ κρείττονα ἄλλον εἰδέναι διισχυρίζοντο εἰς τὸ ἄρχειν ἁπάντων τοῦ Κομνηνοῦ Μιχαήλ. οὐ μὴν ἀλλὰ καὶ ὁ ἱερὸς κατάλογος, ἐπεὶ τὸν Κομνηνὸν ἑώρα Μιχαὴλ πρὸς τὸ ἀντιλαβέσθαι τῶν Ῥωμαίων οὐ μι κρῶς δυσχεραίνοντα, ἀλλ' οἷον κατοκνοῦντα