1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

69

ὅτιπερ τὰ τῶν Ῥωμαίων στρατεύματα μετὰ τοῦ καίσαρος Στρατηγοπούλου ἐντὸς τῆς Κωνσταντίνου διάγουσι, καὶ πάντα ὡς ἔσχεν ἀπήγγειλεν.

87 Ἀπάρας γοῦν ὁ βασιλεὺς τοῦ Μετεωρίου μεθ' ἡδονῆς ὅτι πολλῆς τὴν Κωνσταντίνου φθάσαι διὰ τάχους ἐπέσπευδε, δεδιὼς μήποτε ἐκ τῆς ∆αφνουσίας οἱ Λατῖνοι ὑπονοστήσαντες καὶ τῆς πόλεως ἐντὸς γενόμενοι μάχην κατὰ Ῥωμαίων στήσαιεν καρτεράν, καὶ πολλῷ πλείους τῶν Ῥωμαίων ὄντες τῶν τειχῶν ἔξω βάλλουσιν. ἀλλὰ ταῦτα μὲν οὐ ξυνέβη, ἀλλ' ἐκεῖνοι μὲν τῷ ἀθρόῳ τὰς ψυχὰς κατασεισθέντες προύλαβον ἀποδρᾶναι, καθὼς ὁ λόγος φθάσας ἐδήλωσεν. ὁ βασιλεὺς δὲ τὴν πορείαν ἐπέτεινεν. ἐπεὶ δὲ καὶ τοὺς τοῦ Καλάμου βουνοὺς παρημείψαμεν καὶ τῆς Ἀχυράους ἐγγὺς ὁ βασιλεὺς ἐπήξατο τὴν σκηνήν, τότε δὴ καὶ τὰ τοῦ Βαλδουίνου τοῦ τάχα βασιλικῶς τῆς Κωνσταντίνου κατάρχοντος τὰ βασιλικὰ διεκομίσθησαν σύμβολα· ταῦτα δὲ ἦν καλύπτρα Λατινικὴ τὸ σχῆμα καὶ μαργάροις πεποικιλμένη καὶ ὑπὲρ κεφαλῆς λιθιδίῳ κοκκίνῳ, πέδιλά τε κοκκοβαφῆ καὶ σπάθη σηρικὸν κοκκοβαφὲς ἐνδεδυμένη προκάλυμμα. τότε δὴ καὶ ὁ πολὺς λεὼς τὰ τῆς ὑποθέσεως ἐπεπίστωτο· τὸ γὰρ μεγαλεῖον οὐκ εἴα τοῦ πράγματος εὐχερῶς πιστεύειν τοῖς λεγομένοις. Ἔσπευσεν οὖν ὁ βασιλεὺς τὴν κίνησιν. ταχυτέρας γοῦν καὶ μακροτέρας ἐποιεῖτο τὰς μεταβάσεις. ἐγγίσαντι γοῦν τῇ Κωνσταντίνου τῷ βασιλεῖ κατὰ νοῦν ἐπῄει θεοπρεπεστέραν μᾶλλον ἢ βασιλικωτέραν τὴν εἰς τὴν Κωνσταντίνου ποιήσασθαι πάροδον, καὶ τὸν τρόπον ἐσκέψατο, ὅπως ἂν γένοιτο ὃ δὴ διὰ λόγων εὐχαριστηρίων πρὸς τὸν θεὸν καὶ φωνῶν εὐκτηρίων ὑπέρ τε βασιλείας καὶ ἱεραρχείας ὑπέρ τε τῆς πόλεως καὶ τῶν αὐτῆς οἰκητόρων καὶ τοῦ ταύτης πληρώματος. ἐπεὶ δὲ ἐζήτει τὸν τὰς εὐχὰς συγγράψασθαι μέλλοντα, τὸν φιλόσοφον Βλεμμύδην πρὸς τοὖργον ἐπινύξαι βεβούλητο. μακρὰν δὲ ἦν ὁ ἀνήρ-ἀμφὶ γὰρ τὴν Ἔφεσον τὰς διατριβὰς ἐποιεῖτο-εἰς ἀργίαν δὲ τὰ τοῦ πράγματος ἔπιπτεν. ὁ δὲ βασιλεὺς μελλήσειν οὐκ ἤθελε πρὸς τὴν εἴσοδον. ἐδυσχέραινε γοῦν ἐπὶ τούτοις, ἀλλ' αὐτὸς τὸ δυσχερὲς διελυσάμην τῷ βασιλεῖ. «εἰ μὲν» γὰρ ἔφην, «ὦ βασιλεῦ, ὡς ἐξ ἁγίου ἀνδρὸς βούλει τὰς εὐχάς, ἅσπερ ἐθέλεις, γενέσθαι σοι, οὐκ ἔχω λέγειν· εἰ δὲ ἐξ οἱουδήτινος, δυναμένου δὲ συγγράφειν προέλοιο τὴν βούλησιν ἐκπεπλῆσθαί σοι, ἰδού σοι αὐτὸς τὴν θέλησιν ἀποπλήσαιμι καὶ τὰς εὐχάς σοι συγγράψαιμι.» ἔδοξε τοῦτο κρεῖττον τῷ βασιλεῖ, καὶ τῆς ταχινῆς εἰσόδου τὰς ὑπ' ἐμοῦ ποιηθησομένας προείλετο. ἐγὼ μὲν οὖν εὐθὺς ἡψάμην τοῦ ἔργου, καὶ οὔπω ἡμέρα παρῄει ὅλη καὶ νύξ, καὶ δέκα πρὸς ταῖς τρισὶ συνεγραψάμην εὐχάς, ἑκάστην οἰκεῖον ἔχουσαν τὸν σκοπόν.

88 Κατέλαβε γοῦν ὁ αὐτοκράτωρ τὴν Κωνσταντίνου· τεσσαρακαιδεκάτην ἦγε τότε ὁ Αὔγουστος. εἰσελθεῖν γοῦν εἰς τὴν Κωνσταντινούπολιν οὐκ ἠθέλησε τὴν αὐτὴν ἡμέραν, ἀλλὰ τὰς σκηνὰς ἐν τῇ μονῇ τοῦ Κοσμιδίου ἐπήξατο, τῇ ἄγχι διακειμένῃ τῶν Βλαχερνῶν. ἐκεῖσε γοῦν διανυκτερεύσας ἕωθεν ἀναστὰς τὴν εἰς Κωνσταντινούπολιν εἴσοδον ἀπειργάσατο τρόπον τοιοῦτον. ἐπεὶ δὲ ὁ μὲν πατριάρχης Ἀρσένιος οὐ παρῆν, οἷα ἐκεῖνος ἀνὴρ νωθρότερος περὶ τὰ καλὰ καὶ δύσνους πρὸς τὸν βασιλέα τελῶν καὶ μικροῦ δυσχεραίνων, ὅτι πρὸς τοῦ βασιλέως ἡ τῆς Κωνσταντίνου τῇ τῶν Ῥωμαίων ἀρχῇ συγκατείλεκται, ἔδει δὲ ἄρα τῶν τινα ἀρχιερέων τὰς εὐχὰς εἰς ἐπήκοον ἐξειπεῖν, ὁ τῆς Κυζίκου μητροπολίτης Γεώργιος, ὃν καὶ Κλειδᾶν κατωνόμαζον, ἐπλήρου τὴν χρείαν, καὶ εἰς ἕνα τῶν πύργων τῶν τῆς Χρυσείας ἀναβάς, ἔχων μεθ' ἑαυτοῦ καὶ τὸ τῆς θεοτόκου ἐκτύπωμα τὸ οὕτω πως ἐκ τῆς μονῆς παρωνομασμένον τῶν Ὁδηγῶν, εἰς ἐπήκοον ἁπάντων ἀπεστομάτισε τὰς εὐχάς. ὁ μὲν οὖν αὐτοκράτωρ τὴν καλύπτραν ἀποβαλὼν καὶ γόνυ κλίνας ἔπεσε χαμαί, καὶ πάντες δὲ οἱ σὺν αὐτῷ ὄπισθεν αὐτοῦ ἐπὶ γόνυ κατέπεσον. ἐπεὶ δὲ ἡ πρώτη τῶν εὐχῶν ἐκτετέλεσται καὶ ὁ διάκονος ἐσήμηνε τὴν ἀνέγερσιν, πάντες