2
ἐτύγχανον γὰρ ἁδραί-παραδίδωσι τὸν παῖδα τοῖς ἡγεμόσι τῶν στρατευμάτων, ὡς ἂν αὐτὸν τῆς προκει μένης ἐκνεύσαντες τῷ πατρικῷ ἐγκαταστήσαιεν θρόνῳ ἀνα λώματά τε παρ' αὐτοῦ λάβοιεν, ὁπόσα ἂν καθ' ὁδὸν ἀνα λώσαιεν καὶ ὁπόσα περὶ τὴν Κωνσταντίνου βραδύναντες. ἀνήχθησαν οὖν οὗτοι τριήρεσί τε καὶ ναυσὶ κοίλαις, εὐτυ χῶς ἐν πνεύμασι φοροῖς πεποιημένοι τὴν ἄνοδον. ἐπεὶ δὲ τῇ Κωνσταντίνου προσώκειλαν, γνωρίζουσι τοῖς ἐκεῖ τὸν παῖδα, τὴν ἀδικίαν, τὰ διὰ ταῦτα τοῦ Ῥώμης ἐντάλματα. μέχρι μὲν οὖν τινὸς λόγοι τε ἐξ ἀμφοτέρων ἐγεγόνεισαν τῶν μερῶν καὶ μάχαι κατὰ χέρσον ἰσχυραί, συμβάσεις τε ἐκ πρεσβειῶν οὐδ' ὅλως συνέβαινον. ἐπεὶ δὲ ὁ βασιλεὺς Ἀλέξιος τοῖς τοι ούτοις ἀπώκνησε πράγμασι, μάλιστα δέ γε ἀπείρηκε τοῖς ἐντὸς εἰς σύγχυσιν ἀποβλέπουσι καὶ νοσοῦσι τὸ ἄστατον, τὰ πάντα χαίρειν ἐάσας φυγῇ ἐχρήσατο ἑκὼν ἀέκοντί γε θυμῷ, τοῦτο δὴ προσειπών, ὡς οἱ ἀκηκοότες ἔφασκον, τὸ «∆αυὶδ φυγὼν ἐσώθη», προσεπαγόμενός τε καὶ τὴν γυναῖκα καὶ χρή ματα τοῦ βασιλικοῦ ταμιείου ἱκανά.
3 Ἐπεὶ γοῦν οὗτος ἐξῄει τῆς Κωνσταντίνου, πρεσβεύ ουσι πρὸς τοὺς Ἰταλοὺς οἱ οἰκήτορες, ὡς ἂν ὁ τοῦ Ἰσαακίου Ἀλέξιος, δι' ὃν ὡς ἐδόκει τὸ μάχιμον ἦν, ἐντὸς εἰσαχθείη καὶ βασιλεὺς ἀναγορευθείη. εἰσάγεται γοῦν εἰς τὴν πόλιν ὁ παῖς ἐπὶ ταῖς προτέραις συνθήκαις, αἷς ὑπέσχετο τοῖς ἀναβιβάσασιν αὐτὸν Ἰταλοῖς, καὶ βασιλεὺς παρὰ παντὸς ἀναγορεύεται τοῦ λαοῦ. ἦσαν οὖν τὸ ἀπὸ τοῦδε οἵ τε πο λῖται οἵ τε Ἰταλοὶ τῷ δοκεῖν εἰρηνεύοντες, τῶν μὲν Ἰταλῶν ἀπαιτούντων τὰς ὑποσχέσεις καὶ τὰ ἀναλώματα, τῶν δ' οἰκητόρων τῆς πόλεως ὑπὲρ ἀριθμὸν ἡγουμένων τὸ χρῆμα καὶ διισχυριζομένων, ὡς οὐκ ἂν ἔχοιεν τοσαῦτα τοῖς Ἰταλοῖς ἐπι δοῦναι. συνέβη δὲ τῷ τότε καὶ γογγυσμὸν ἐν τῇ πόλει τούτου χάριν γενέσθαι. ὁ γὰρ πατὴρ Ἀλεξίου ὁ Ἄγγελος Ἰσαάκιος-ἔτι γὰρ περιῆν τῷ βίῳ, κἂν ἀπῆρε μετὰ μικρὸν μήπω ἁλούσης τῆς Κωνσταντίνου-γνώμην δέδωκεν, ὡς τῶν ἱερῶν κειμηλίων συνάθροισιν γεγονέναι τὰ πρῶτα ἐκεῖθέν τε ἄρξασθαι τοῦ πρὸς τοὺς Ἰταλοὺς χρέους, τὸ δ' ἐλλεῖπον ἐκ τῶν βασιλικῶν ταμιείων δοθῆναι καὶ τῶν οἰκη τόρων τῆς πόλεως. ἐν τῷ μεταξὺ δὲ τῆς ἀμφισβητήσεως οὔσης καὶ ἐξ ἑκατέρων τῶν μερῶν ἀφικνουμένων τῶν πρέσβεων, φονεύεται ὁ παῖς τοῦ Ἰσαακίου Ἀλέξιος παρ' Ἀλεξίου τοῦ ∆ούκα, ὃν πρωτοβεστιάριον οὗτος τετίμηκεν, οἱ δὲ τῆς πόλεως εἴς τι τῶν αὐτοῦ ἐπιμεμφόμενοι Μούρ τζουφλον ἐκάλουν. ἀνηγορεύθη γοῦν παρὰ τῶν πολιτῶν ὁ ῥηθεὶς Ἀλέξιος Μούρτζουφλος βασιλεύς. τοῦ τοιούτου γοῦν χάριν ἐπὶ πλέον μανέντες οἱ Ἰταλοὶ ἄσπονδον τὴν ἔχθραν κατὰ τῶν Κωνσταντινουπολιτῶν ἐποίησαν. συνέβη δὲ καὶ ἕτερόν τι γενέσθαι τοῖς πολίταις βούλευμα οὐκ ἐπαίνου ἄξιον. τοὺς γὰρ Λατίνους, οὓς οἰκήτορας εἶχεν ἡ Κωνσταντίνου, οἱ προύχοντες καὶ τῶν ἐν τέλει συνεβουλεύσαντο ἀποπέμψαι τῆς πόλεως, ὡς μὴ ἐπιβούλους αὐτοὺς ἐντὸς ἔχοιεν. οἱ δὲ αὐτόμολοι πρὸς τοὺς πολεμίους χωροῦσι χιλιοστύες πολλαί, ὅρκοις ἀρρήκτοις τὸ πρῶτον τοὺς πολίτας πληροφοροῦντες μὴ ἄν ποτε μελετῆσαι κατ' αὐτῶν προδοσίαν, συναποθανεῖν δὲ εἰ συμβαίη αὐτοῖς ὡς ἰθαγενεῖς καὶ αὐ τόχθονας· καίτοι καὶ γυναῖκας καὶ παιδία διδόντες ἐν ἀσφα λεστέροις ταῦτα τόποις ἀπαγαγεῖν, οὐκ ἔπεισαν. ἐξελθόντες δὲ πολλὰ τοῖς ἐναντίοις συνήραντο ἅτε πλῆθος πολὺ ὄντες καὶ εἰδήμονες τῶν πραγμάτων.
4 Τεσσαράκοντα γοῦν παρῆλθον ἡμέραι καὶ ἑάλω παρὰ τούτων ἡ Κωνσταντίνου, ἔτους μὲν ὄντος ἀπὸ γενέσεως κόσμου ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ ἑνδεκάτου, δωδεκάτην τοῦ Ἀπριλλίου ἄγοντος. τῷ γὰρ δεκάτῳ ἔτει Μαΐου ὄντος τῇ πόλει προσώρμισαν, ἐν ἕνδεκα δὲ μησὶ συνέβη γενέσθαι τὴν πόρθησιν. καὶ ἡ μεγίστη καὶ περιφανεστάτη πόλις ἑάλω, ἑνὸς ὥς φασιν ἢ καὶ δύο ἐπιπηδησάντων τῷ τείχει ἀπὸ κλίμακος εἰς ἱστὸν κειμένης μεγίστης κοίλης νηός. ὅσα μὲν οὖν συνέβη τῇ πόλει, μακροτέρων ἂν εἴη ταῦτα λόγων καὶ οὐ πρὸς τὴν