3
παροῦσαν ὑπόθεσιν· πάντως δὲ νοεῖν ἔξεστι πᾶσιν ὁπόσα ταῖς αἰχμαλωτιζομέναις πόλεσιν ἐπι πέπτωκε πάθη, φόνοι τε ἀνδρῶν γυναικῶν τε ἀνδραπο δισμοί, σκυλεύσεις, οἰκιῶν κατασκάψεις, τἆλλά τε πάντα ὁπόσα μαχαίρας ἔργον καθέστηκεν. ἐπεὶ γοῦν ἐγκρατεῖς γεγόνασι τῆς πόλεως οἱ Ἰταλοί, ὡς ἐξ ὑπερδεξίων ὁρμώ μενοι τήν τε δυσμὴν πᾶσαν κατέδραμον, ἀλλὰ δὴ καὶ τῆς ἑῴας μέρος οὐκ ἔλαττον. πρῶτον μὲν οὖν χειροῦνται τὰ τῆς δυσμῆς, πάντων ὑποφευγόντων αὐτοὺς ὡς ὑπό τινος θεηλάτου ἐλαυνομένων πληγῆς.
5 Ὁ μὲν οὖν βασιλεὺς Ἀλέξιος ὁ Ἄγγελος, ὃν ἀποδρᾶσαι ὁ λόγος εἰρήκει τῆς Κωνσταντίνου, περὶ τὴν Φιλιππού πολιν ἀφικόμενος καὶ μὴ πρὸς τῶν οἰκητόρων δεχθεὶς περὶ τὴν Μοσυνούπολιν ἀφικνεῖται κἀκεῖσε τὰς διατριβὰς ἐποι εῖτο. Ἀλέξιος δὲ ὁ ∆ούκας, ὃς τὸν υἱὸν Ἰσαακίου ἀπέκτεινε, βουλόμενος ἐκ κήδους αὐτῷ προσαρμόσασθαι ἅμα τε τὸν τοῦ Ἰσαακίου υἱὸν πεφόνευκε καὶ ἅμα τὴν τοῦ βασιλέως Ἀλεξίου θυγατέρα Εὐδοκίαν προσηγάγετο εἰς γυναῖκα, ὑστάτην οὖσαν τῶν θυγατέρων ἐκείνου. τρεῖς γὰρ ὑπῆρχον αὐτῷ, καὶ ἡ μὲν πρώτη Εἰρήνη κατωνομάζετο, ἣν καὶ ἀνδρὶ συνέζευξεν Ἀλε ξίῳ τῷ Παλαιολόγῳ, ὃν καὶ δεσπότην τετίμηκεν· ἀλλὰ προ ῴχετο οὗτος τῆς Κωνσταντίνου ἁλώσεως. ἡ δὲ δευτέρα ἐκαλεῖτο Ἄννα, εἰς ἣν Θεόδωρον τὸν Λάσκαριν ἐπεγάμβρευσεν. ἡ δὲ τρίτη Εὐδοκία κατωνομάζετο, ἣν πρὸ καιροῦ ὁ πατὴρ αὐτῆς τῷ κράλῃ Σερβίας συνέζευξεν· ἐπί τινι δὲ πάθει, ὡς ἔφασκον, ταύτην οὗτος φωράσας ἐπὶ τὸν πατέρα πάλιν ἐκπέμπει, καὶ ἔμενεν οὕτως. ταύτην εἰλήφει ὁ εἰρημένος ∆ούκας Ἀλέξιος, τὴν οἰκείαν καταλιπὼν γαμετήν. ὡς γοῦν παρὰ τῶν Ἰταλῶν ἑάλω ἡ Κωνσταντίνου, ἀπέδρα καὶ οὗτος ἐκεῖθεν, ἐπιφερόμενος καὶ τὴν σύζυγον Εὐδοκίαν. μαθὼν δὲ ὡς ἐν Μοσυνουπόλει τὰς διατριβὰς ποιεῖται ὁ πενθερὸς αὐτοῦ βασιλεὺς Ἀλέξιος, θαρρούντως πρὸς αὐτὸν ἀπῄει. ὁ δὲ τοῦτον πολλῶν τε ἄλλων χάριν καὶ οὐδὲν ἧττον τῆς θυ γατρὸς ἐμυσάττετο. κηδεστίας οὖν ὑπενδὺς προσωπεῖον ὑποδέχεται τὸν Ἀλέξιον, λουτρόν τε εὐτρεπίσας ἅμα τῇ θυγατρὶ λουθῆναι τοῦτον προστέταχεν. ἐντὸς οὖν τοῦ λουτῆρος γενομένου τοῦ Ἀλεξίου ἐπεισπίπτουσιν ἀθρόον αὐτῷ οἱ τοῦ βασιλέως Ἀλεξίου ὑπηρέται κἀκεῖσε τοὺς ὀφθαλμοὺς ἐξορύττουσιν. ἔφασκον δὲ οἱ ξυντυχόντες, ὡς ἡ θυγάτηρ ἑστῶσα παρὰ τὴν θύραν τοῦ λουτροῦ τὸν πατέρα ὕβρεσιν ἔπλυνε κἀκεῖνος ταύτην τῆς ἀναιδείας καὶ τῆς ἀσελγοῦς ἀγαπήσεως ἐλοιδόρει. τυφλὸς οὖν γεγονὼς ὁ δηλωθεὶς ∆ούκας Ἀλέξιος περὶ τὰ τῆς Μοσυνουπόλεως ἐπλανᾶτο μέρη, ἀλήτης διερχόμενος τὰ ἐκεῖσε. ὁ δὲ βασιλεὺς Ἀλέξιος ἀπάρας ἐκεῖθεν περὶ τὰ μέρη τῆς Θεσσαλονίκης ἐχώρει. ἐπεὶ δὲ ἐξώρμησαν τῆς Κωνσταντίνου οἱ Ἰταλοὶ καὶ ἀπῆλ θον περὶ τὴν Μοσυνούπολιν, εὑρόντες ἐκεῖσε τὸν Μούρ τζουφλον Ἀλέξιον εἰς τὴν Κωνσταντίνου ἀπήγαγον· τοῦ δὲ δηλωθέντος αὐτοῦ μιάσματος ἀμυνόμενοι, ὅπερ εἰς τὸν υἱὸν Ἰσαακίου τοῦ βασιλέως εἰργάσατο, κρημνώδει θανάτῳ τοῦτον καταδικάζουσιν· εἰς γὰρ τὸν μέγιστον ἀνάξαντες κίονα, οὗ Ταῦρος ἡ κλῆσις, κάτω βάλλουσι. καὶ τοιοῦτον μὲν τὸ τέ λος αὐτοῦ, ὁ δὲ βασιλεὺς Ἀλέξιος εἰς τὴν Θεσσαλονίκην ἀφίκετο.
6 Τῆς οὖν πόλεως κυριεύσαντες οἱ Ἰταλοὶ ἄδειαν δε δώκασι τοῖς ταύτης οἰκήτορσι τοὺς θέλοντας μένειν τε καὶ ὑπὸ χεῖρα εἶναι αὐτῶν, τοὺς δὲ ἀκωλύτως ἀπέρχεσθαι ὅπῃ ἂν βούλοιντο. ἐξήρχοντο τοίνυν οἱ μὲν φανερῶς οἱ δὲ καὶ κρύφα, ὅσοι τῶν περιφανεστέρων ἐτύγχανον. ὁ μὲν οὖν Λάσκαρις Θεόδωρος προεξελθεῖν πέφθακεν ἅμα τῇ γαμετῇ Ἄννῃ, ὃν γαμβρὸν ὁ λόγος φθάσας ἐδήλωσε τοῦ βασιλέως Ἀλεξίου τελεῖν, καὶ δεσπότην ὑπ' ἐκείνου τετιμημένον. ἀπελ θὼν οὖν οὗτος μετὰ τῆς σφετέρας γυναικὸς καὶ τῶν τέκνων -ὑπῆρχον γὰρ αὐτῷ θυγάτρια τρία, ὧν ἡ μὲν πρώτη Εἰρήνη, ἡ δὲ δευτέρα Μαρία, ἡ δὲ τρίτη Εὐδοκία κατωνο μάζοντο-καὶ περὶ τὴν Νίκαιαν πόλιν γενόμενος παρε κάλει τοὺς Νικαεῖς ἔσω τοῦτον τῆς πόλεως