Breviarium historicum de rebus gestis post imperium Mauricii

 ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων

 βασιλίσσης ἀθέσμως συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο κίνδυνον· ἡ δὲ δήπ

 ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φανείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρατ

 δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε. Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα ε

 δὲ αὐτῷ ἀπελογεῖτο ὡς εὖ μὲν ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ 15 καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ' ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆ

 ληϊζόμενος. καὶ Σάρβαρος μὲν τὸ γράμμα δεξάμενος τῆς προσεδρίας εἴχετο. Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ Ἡράκλειος πρὶν Πέρσας ἐκστρατ

 καὶ συνήγαγες. καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν 20 τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς Ἡράκλειον διαπρεσβεύετ

 ἅπαντες. ὑψωθέντων δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερνῶν (ἱερὸν δὲ αἱ Βλαχέρν

 βαπτισθησομένῳ καὶ Χριστιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τούτων Ἡράκλειος οὐδενὸς ἠ

 μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτετα

 ἐκ τοῦ σωτηριώδους βαπτίσματος 30 ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι'

 πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακ

 πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν

 χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεό

 γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. δ

 ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον

 Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺ

 τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ ∆αματρῦ ἱδρύσασθαι παρεκέλευεν. α

 διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰ

 δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν. Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βα

 δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον

 ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας

 τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο.

 Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε

 τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν. Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥ

 ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους ἀνεῖλε. μετ' οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ' αὐτῶν ἐστράτευεν. οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ ε

 ἐκ σειρᾶς τὴν κυρείαν τὴν ἐπ' αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ ἐφ' ἑαυτοῖς καθιστᾶσι Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ τὸ ἐκ νεότητος θράσος

 τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σ

 ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ

 ἀπανθρωπίας νόσος ἐκρίνετο. Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κωνσταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Νικήτας ὁ τῆς πόλεω

βασιλίσσης ἀθέσμως συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο κίνδυνον· ἡ δὲ δήπου αἰσθομένη τὸν ὄλεθρον διαπέφευγεν, οὔτι ὁραθεῖσα εἰς τὸ ἔπειτα πώποτε. καὶ ταῦτα μὲν ἀμφὶ τὰ βασίλεια ὧδέ πως ἔσχε. Τὰ δ' αὖ ἑτέρωσε ὡς ἐτελεῖτο οὕτω συνέβαινεν. ἔν τινι τῶν ἐπιχωρίων (χώρα δὲ ἥτις ποτέ ἐστιν, οὐδαμῇ ἐς τὸ νῦν 8 παραδέδοται) ἦν τις ἐν ἐκείνῃ περιφανείᾳ κομώντων εὐπορίᾳ τε βίου λαμπρός, οὗ τὸ ἐπώνυμον Βουτηλῖνος ἐτύγχανεν, τὴν δὲ ἀξίαν ἣν κανδιδάτον Ῥωμαίοις κικλήσκειν ἔθος. τούτῳ γυνή τις χήρα ἐν γειτόνων διῳκημένη χαλεπῶς ἔφερε τὸ γειτόνημα· ἀμφισβητήσεως γὰρ αὐτοῖς μεθορίων γῆς ἕνεκεν συμβαινούσης ὁ Βουτηλῖνος τοῖς παισὶ τοῖς αὐτοῦ ἐνεκέλευε μάχῃ ἐπιέναι τοῖς ὁμοροῦσι, καὶ οἵγε ῥοπάλοις ἕνα τῶν τῆς χήρας υἱέων ἀναιροῦσιν. αὕτη ἀνελομένη τοῦ ἤδη τεθνηκότος υἱοῦ ᾑμαγμένον τὸ ἄμφιον ἐς Βυζάντιον ὡς Ἡράκλειον ἵκετο, καὶ ἐπεὶ προϊόντα εἶδεν, εἰσδραμοῦσα τοῦ χαλινοῦ τοῦ ἵππου ἐφ' οὗ ἐπωχεῖτο ἐφάπτεται, καὶ ἅμα τὸ τοῦ παιδὸς ἔσθημα ἐπιδεικνῦσα σὺν βοῇ πρὸς αὐτὸν ἀνεφθέγγετο "οὕτω γένοιτο τοῖς σοῖς τέκνοις, ὦ βασιλεῦ, εἰ μὴ τὸ αἷμα τοῦτο, ὅ σοι δείκνυμι, αὐτίκα ἐνδίκως τιμωρήσειας". τῶν δ' οὖν περὶ τὸν βασιλέα δορυφόρων ἐπιόντες πλήττειν ἠπείγοντο· βασιλεὺς δὲ διεκώλυσε, καὶ τῇ γυναικὶ μηκέτι τολμᾶν προσιέναι παρηγγύησεν, ἐπεξιέναι δὲ τὰ τῆς δίκης ὁπηνίκα ἂν αὐτῷ δεδογμένα εἴη. ᾤχετο εὐθὺς μὴ δίκης τυχὸν ὀλολύζον τὸ γύναιον. χρόνος δὲ διήρχετο, καὶ δὴ ὁ τὸν φόνον ἐπιτρέψας, δεδιὼς καὶ αὖθις τὴν γυναῖκα τοῦ ἀνῃρημένου εἵνεκεν βασιλεῖ ἐπικαλεῖν, ταύτῃ τοι εἰς Βυζάντιον εἴσεισι καὶ δὴ ἐς τὸ δημοτικὸν ἑαυτὸν ἐγκαταμίγνυσι. καὶ ἱππικοῦ ἀγῶνος τελουμένου τοῦτον βασιλεὺς ἐν μέσοις δημόταις κατιδὼν τῷ ὑπάρχῳ ἐπιτρέπει τῆς πόλεως φρουρᾷ καθειργνύναι τὸν ὕποπτον. εἶτα τὸ γύναιον μεταπέμπεται καὶ τὰ τῆς μιαιφονίας ἀσφαλέστερον ἀνηρεύνα. κελεύει τοίνυν τὸν Βουτηλῖνον ὑπὸ τῶν παίδων τῶν αὐτοῦ ἴσην ὑποσχεῖν τῷ ἀνηρημένῳ τὴν τιμωρίαν, καὶ αὐτῆς ἐκείνης ὡσαύτως κτείνεσθαι. 9 Ἡράκλειος δὲ τὸν υἱὸν Ἡράκλειον, ταὐτὸν δὲ εἰπεῖν Κωνσταντῖνον (διώνυμος γὰρ ὢν ἐτύγχανεν), παρὰ τοῦ ἱεράρχου τῷ θείῳ λουτρῷ καθαγνίσας ἀγκάλαις ἐκ τῆς ἱερᾶς κολυμβήθρας ἐδέξατο. αὐτίκα δὲ αὐτῷ τῆς βασιλείου ἀξίας τὰ σύμβολα τἆλλά τε καὶ τὸ διάδημα περιθέμενος ἐταινίωσε καὶ βασιλέα ἀνεῖπε. τὴν θυγατέρα δὲ Γρηγορίαν τοὔνομα Νικήτα τοῦ τὴν ἀξίαν πατρικίου εἰς γαμετὴν κατηγγύησεν· οὗ δὴ καὶ ταύτῃ τῷ βασιλεῖ μειζόνως οἰκειωθέντος τὸν ἀνδριάντα κεχρυσωμένον καθύπερθε κιόνων ἔφιππον κατὰ τὴν τοῦ Φόρου λεγομένην ἀγορὰν ἀνέστησεν. καὶ οὕτω μὲν ταῦτα ἐπράττετο. Χοσρόης δὲ ὁ Περσῶν βασιλεὺς στρατιὰν ὡς πλείστην ἀθροίσας ἐπὶ Ῥωμαίους ἐξέπεμψεν, ἡγεμόνα τῶν Περσικῶν Σάϊτον χειροτονήσας δυνάμεων. οὗτος ἐπὶ τὴν Ἀλεξάνδρου ἀφορμισθεὶς ταύτην ἀνὰ κράτος εἷλε καὶ τὴν ὅλην Αἴγυπτον ἠνδραπόδιζε καὶ τὴν ἑῴαν ἅπασαν μοῖραν κατεδῄου καὶ δοριαλώτους ὡς πλείστους ἦγε καὶ ἄλλους ἀνῄρει, οὐδεμιᾷ φειδοῖ εἰς αὐτοὺς χρώμενος. ταῦτα τοίνυν οὕτω διαθέμενος εἰς τὸ ἔπειτα πανστρατιᾷ κατὰ τὴν Χαλκηδόνος πόλιν ᾔει καὶ περιεκάθητο ταύτην χρόνον ἐπὶ συχνόν, ἠξίου τε βασιλέα εἰς ὁμιλίαν οἱ λόγων ἱκέσθαι. καὶ δὴ βασιλεὺς εἰσήκουε καὶ ὡς αὐτὸν διεπεραιοῦτο, βασιλικῇ δορυφορίᾳ τε καὶ πομπῇ χρώμενος. καὶ αὐτὸν ἰδὼν Σάϊτος ἐξανέστη τε τῆς καθέδρας καὶ πρὸς τοὔδαφος ἑαυτὸν ἀπορρίψας προσεκύνει· αὐτός τε ἐκ τοῦ ἀκατίου, ἐν ᾧ ἐπέπλει, τὸ χαῖρε αὐτῷ προσεφώνει καὶ δωρεαῖς ἠμείβετο. ὧδε πρὸς αὐτὸν Σάϊτος ἔλεξεν. "ἔδει μέν, ὦ βασιλεῦ, τοὺς Ῥωμαίων τε καὶ Περσῶν βασι 10 λέας μήτε διίστασθαι ταῖς γνώμαις μηδ' ὁπωστιοῦν ἀλλήλοις ἀντικαθίστασθαι, ἐς φιλίαν τε καὶ συμβάσεις ἰέναι ὡς προθυμότατα· (ὅπερ ἥδιστόν τε καὶ εὔχαρι ἀνθρώποις τοῖς πάλαι καὶ νῦν τυγχάνει ἅπασιν, ἅτε ζωῆς τε τῆς εὐκτέας καὶ εὐνομουμένης αἰτιώτατον·) καὶ τῷ περιόντι τῆς ἐξουσίας συμπαραμένειν καὶ τὸ τῆς συμβάσεως μέγεθος. καὶ γὰρ ἴσμεν ὡς ἥκιστα ταῖς