Breviarium historicum de rebus gestis post imperium Mauricii

 ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων

 βασιλίσσης ἀθέσμως συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο κίνδυνον· ἡ δὲ δήπ

 ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φανείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρατ

 δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε. Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα ε

 δὲ αὐτῷ ἀπελογεῖτο ὡς εὖ μὲν ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ 15 καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ' ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆ

 ληϊζόμενος. καὶ Σάρβαρος μὲν τὸ γράμμα δεξάμενος τῆς προσεδρίας εἴχετο. Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ Ἡράκλειος πρὶν Πέρσας ἐκστρατ

 καὶ συνήγαγες. καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν 20 τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς Ἡράκλειον διαπρεσβεύετ

 ἅπαντες. ὑψωθέντων δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερνῶν (ἱερὸν δὲ αἱ Βλαχέρν

 βαπτισθησομένῳ καὶ Χριστιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τούτων Ἡράκλειος οὐδενὸς ἠ

 μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτετα

 ἐκ τοῦ σωτηριώδους βαπτίσματος 30 ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι'

 πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακ

 πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν

 χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεό

 γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. δ

 ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον

 Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺ

 τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ ∆αματρῦ ἱδρύσασθαι παρεκέλευεν. α

 διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰ

 δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν. Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βα

 δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον

 ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας

 τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο.

 Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε

 τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν. Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥ

 ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους ἀνεῖλε. μετ' οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ' αὐτῶν ἐστράτευεν. οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ ε

 ἐκ σειρᾶς τὴν κυρείαν τὴν ἐπ' αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ ἐφ' ἑαυτοῖς καθιστᾶσι Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ τὸ ἐκ νεότητος θράσος

 τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σ

 ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ

 ἀπανθρωπίας νόσος ἐκρίνετο. Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κωνσταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Νικήτας ὁ τῆς πόλεω

ἅπαντες. ὑψωθέντων δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερνῶν (ἱερὸν δὲ αἱ Βλαχέρναι τῆς θεομήτορος) λιτανεύων ὑπεδέξατο καὶ πρὸς τὴν μεγίστην ἐκκλησίαν ἀγαγὼν ταῦτα ἀνύψωσε. δευτέρα δὲ ἦν ἰνδικτιὼν ἡνίκα ταῦτα ἐπράττοντο. Μετ' οὐ πολὺ δὲ καὶ Ἡράκλειος πρὸς τὸ Βυζάντιον ἐχώρει, ὑπὸ πολλῆς εὐφημίας καὶ δόξης ὑπερβαλλούσης παρὰ τῶν ἐκεῖσε δεχθείς. τέσσαρας δὲ ἦγεν ἐλέφαντας, οὓς δὴ καὶ εἰς τοὺς ἱππικοὺς ἀγῶνας ἐθριάμβευεν ἐπὶ τῇ τῆς πόλεως τέρψει, ἡμέρας τε ἐπινικίους ἐπ' εὐφροσύνῃ πάσῃ δωρεαῖς φιλοτιμούμενος ἐπετέλει. ἐπειδὴ δὲ ἦν ἑλὼν τῆς οὐσίας τῆς μεγάλης ἐκκλησίας, ἐκέλευσεν ἐκ τοῦ βασιλικοῦ ταμιείου αὐτῇ τε καὶ τῷ κατ' αὐτὴν κλήρῳ ἐτήσια χρήματα παρέχεσθαι. καὶ μετὰ τοῦτο παρασκευάζει Κωνσταντῖνον 23 τὸν υἱὸν ὑπατεῦσαι, Ἡράκλειον δὲ τὸν ἀπὸ Μαρτίνης Καίσαρα προχειρίζεται. Οὐ πολὺς δὲ χρόνος ἐν μέσῳ, καὶ Σαρακηνοὶ τὰ περὶ τὴν Ἀντιόχειαν κατέτρεχον. εὐθὺς δὲ Ἡράκλειος σὺν Μαρτίνῃ τῇ γυναικὶ καὶ Ἡρακλείῳ τῷ παιδὶ πρὸς τοῖς τῆς ἀνατολῆς χωρίοις ἐπεξῄει. αὐτόθι δὲ γενόμενος Θεοδώρῳ τῷ ἀδελφῷ ὀργίζεται· ὑπεψιθυρίζετο δέ τισι λοιδορεῖσθαι αὐτὸν τῷ βασιλεῖ Μαρτίνης ἕνεκεν, λέγοντα ὅτι "ἡ ἁμαρτία αὐτοῦ ἐνώπιον αὐτοῦ διὰ παντός". καὶ αὐτὸν εἰς Βυζάντιον ἀποστέλλει, γράψας τῷ υἱῷ Κωνσταντίνῳ τοῦτον ἐπ' ἀθροίσματος λαοῦ ἀτιμώσαντα ὡς ἐν φρουρᾷ κατέχειν. στρατηγόν τε ἀνατολῆς ἐκπέμπει Θεόδωρον, τῶν βασιλικῶν χρημάτων ταμίαν, τὸ ἐπίκλην Τριθύριον. Σέργιος γὰρ ὁ κατὰ Νικήταν τελευτᾷ τρόπῳ τοιῷδε. κάμηλον οἱ Σαρακηνοὶ ἀποδείραντες τοῦτον ἐγκατακλείουσι τῇ δορᾷ καὶ ἐπέρραπτον. τῆς βύρσης οὖν κατεσκληκυίας συναπεξηραίνετο καὶ ὁ ἐντὸς καὶ ἀπομαρανθεὶς πικρῶς διώλετο. αἰτίαν δὲ αὐτῷ ἐπῆγον ὡς αὐτὸς παρεσκεύασεν Ἡράκλειον μὴ συγχωρεῖν Σαρακηνοῖς [ἐκ τῆς Ῥωμαίων γῆς ἐκπορεύεσθαι] τὰς συνήθως παρεχομένας αὐτοῖς τριάκοντα χρυσίου λίτρας δι' ἐμπορικῆς ἀμοιβῆς ἐκ τῆς Ῥωμαϊκῆς πολιτείας ἐκπέμπειν· ἐντεῦθέν τε αὐτοὺς ἄρξαι τῇ Ῥωμαίων λυμαίνεσθαι χώρᾳ. ἐκ τούτου παρήγγειλε Θεοδώρῳ μὴ συμβάλλειν πρὸς μάχην Σαρακηνοῖς. οἱ δὲ προλοχήσαντες καὶ ὀλίγοις τισὶν ἀκροβολισάμενοι Ῥωμαίοις ὑπήγοντο. εἰσπίπτουσι δὲ αὐτοῖς οἱ ἐκ τῶν ἐνεδρῶν ἐξαπιναίως, 24 καὶ μέσον ἀπολαβόντες πολλοὺς ἔκτειναν στρατιώτας τε καὶ ἄρχοντας. Κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον Μαρία ἡ ἀδελφὴ Ἡρακλείου χρήματα πρὸς τὸν χαγάνον Ἀβάρων ἔπεμψε καὶ τὸν υἱὸν Στέφανον ἀπέλαβε. τοῖς δὲ τοιούτοις δώροις ἡσθεὶς ὁ Ἄβαρος ἠρέθισεν Ἀνιανὸν τὸν μάγιστρον, ὡς καὶ αὐτὸς πέμψας δῶρα ἀπολήψεται καὶ τοὺς ἄλλους οὕσπερ κατεῖχεν ὁμήρους. καὶ δὴ καὶ ἐγένετο οὕτως. Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν ἐπανέστη Κούβρατος ὁ ἀνεψιὸς Ὀργανᾶ ὁ τῶν Οὐνογουνδούρων κύριος τῷ τῶν Ἀβάρων χαγάνῳ, καὶ ὃν εἶχε παρ' αὐτοῦ λαὸν περιυβρίσας ἐξεδίωξε τῆς οἰκείας γῆς. διαπρεσβεύεται δὲ πρὸς Ἡράκλειον καὶ σπένδεται εἰρήνην μετ' αὐτοῦ, ἥνπερ ἐφύλαξαν μέχρι τέλους τῆς ἑαυτῶν ζωῆς· δῶρά τε γὰρ αὐτῷ ἔπεμψε καὶ τῇ τοῦ πατρικίου ἀξίᾳ ἐτίμησεν. Ἐν ᾧ δὲ ἐν τοῖς ἀνατολικοῖς μέρεσι διέτριβεν Ἡράκλειος, Ἰωάννην τὸν Βαρκαίνης στρατηγὸν προχειρίζεται καὶ πέμπει κατὰ Σαρακηνῶν τῶν ἐν Αἰγύπτῳ· οἷς συμβαλὼν πίπτει καὶ αὐτός. ἔτι καὶ Μαρῖνος ὁ τῶν Θρᾳκικῶν ἐκστρατευμάτων ἡγεμὼν συμμίξας αὐτοῖς ἡττήθη, πολὺν δὲ στρατὸν ἀποβαλὼν καὶ αὐτὸς μόλις διασώζεται. μετ' ἐκεῖνον προβάλλεται στρατηγὸν Μαριανὸν κουβικουλάριον παρὰ Ῥωμαίων τὴν ἀξίαν καὶ πέμπει ἐκεῖσε, παραγγείλας ὡς ἀνακοινοῦσθαι Κύρῳ τῷ Ἀλεξανδρείας ἱεράρχῃ, καὶ ὡς ἂν κοινῇ [βουλεύσοιντο] τὰ πρὸς τοὺς Σαρακηνοὺς διάθοιντο. Κῦρος δὲ ἦν δεδηλωκὼς βασιλεῖ σπείσεσθαι ἐπὶ τελέσμασιν Ἄμβρῳ τῷ τῶν Σαρακηνῶν φυλάρχῳ, ἃ δὴ καὶ ὑπέχειν δι' ἐμπολαίου συνεισφορᾶς ἐσήμαινε, τὰ δὲ τῷ βασιλεῖ παρεχόμενα ἀδιάπτωτα μένειν· κατεγγυηθῆναι δὲ αὐτῷ Εὐδοκίαν 25 τὴν Αὐγούσταν ἢ μίαν τῶν θυγατέρων τοῦ βασιλέως ὡς ἐντεῦθεν καὶ τῷ θείῳ λουτρῷ