Breviarium historicum de rebus gestis post imperium Mauricii

 ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων

 βασιλίσσης ἀθέσμως συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο κίνδυνον· ἡ δὲ δήπ

 ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φανείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρατ

 δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε. Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα ε

 δὲ αὐτῷ ἀπελογεῖτο ὡς εὖ μὲν ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ 15 καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ' ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆ

 ληϊζόμενος. καὶ Σάρβαρος μὲν τὸ γράμμα δεξάμενος τῆς προσεδρίας εἴχετο. Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ Ἡράκλειος πρὶν Πέρσας ἐκστρατ

 καὶ συνήγαγες. καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν 20 τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς Ἡράκλειον διαπρεσβεύετ

 ἅπαντες. ὑψωθέντων δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερνῶν (ἱερὸν δὲ αἱ Βλαχέρν

 βαπτισθησομένῳ καὶ Χριστιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τούτων Ἡράκλειος οὐδενὸς ἠ

 μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτετα

 ἐκ τοῦ σωτηριώδους βαπτίσματος 30 ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι'

 πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακ

 πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν

 χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεό

 γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. δ

 ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον

 Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺ

 τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ ∆αματρῦ ἱδρύσασθαι παρεκέλευεν. α

 διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰ

 δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν. Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βα

 δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον

 ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας

 τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο.

 Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε

 τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν. Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥ

 ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους ἀνεῖλε. μετ' οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ' αὐτῶν ἐστράτευεν. οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ ε

 ἐκ σειρᾶς τὴν κυρείαν τὴν ἐπ' αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ ἐφ' ἑαυτοῖς καθιστᾶσι Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ τὸ ἐκ νεότητος θράσος

 τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σ

 ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ

 ἀπανθρωπίας νόσος ἐκρίνετο. Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κωνσταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Νικήτας ὁ τῆς πόλεω

ἐκ τοῦ σωτηριώδους βαπτίσματος 30 ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι' αὐτοῦ οὔτε δι' ἑτέρου τὰ τοῦ Κωνσταντίνου τέκνα βλαβήσεται. Οὐαλεντῖνον δὲ ἀπισχυρίζετο δεικνύειν ὡς ἐπιβουλεύσαντα αὐτοῖς καὶ τῆς βασιλείας ἐπορεγόμενον. ὡς δὲ εἰς πλεῖον ἅπαντα βεβαιώσηται, συλλαβὼν μεθ' ἑαυτοῦ Ἡράκλειον πρὸς Οὐαλεντῖνον περαιοῦται, καὶ πάλιν ἐβουλεύετο διόμνυσθαι καὶ πείθειν αὐτοὺς ὡς φιλοστόργως διάκειται πρὸς Ἡράκλειον: Οὐαλεντῖνος δὲ οὐκ ἐδέχετο ἀλλ' ἀπέπεμπε, καὶ δὴ ὑπενόστει καὶ διηγεῖτο πάντα τοῖς τῆς πόλεως. οἱ δὲ ἐπείθοντο καὶ Οὐαλεντῖνον ἐδυσφήμουν. Τῆς τρύγης δὲ ἐπιλαβούσης, οἱ τῆς πόλεως αἰσθόμενοι ὡς ὁ μετὰ Οὐαλεντίνου στρατὸς τούς τε ἀμπελῶνας αὐτῶν διαφθείρει κἀκείνους οὐ συγχωρεῖ ἐκεῖσε περαιοῦσθαι, συνίστανται Πύρρῳ βοῶντες στέφειν Ἡράκλειον τὸν Κωνσταντίνου υἱόν. Πύρρος δὲ τὴν ταραχὴν καὶ τὴν στάσιν τοῦ λαοῦ περιαθρήσας ἀπελογεῖτο ὡς οὐ διὰ τοῦτο αὐτοὶ στασιάζουσιν, ἀλλ' Οὐαλεντίνῳ τὴν βασιλείαν περιποιοῦνται. ἔτι οὖν ἐπικειμένου τοῦ ὄχλου δῆλα ποιεῖ βασιλεῖ ἅπαντα. ὁ δὲ συλλαβόμενος τὸν ἀνεψιὸν Ἡράκλειον εὐθέως ἐπὶ τὸ ἱερὸν ἐχώρει καὶ ἀνέρχεται ἅμα Πύρρῳ ἐν τῷ ἄμβωνι καὶ προτρέπεται στέφειν Ἡράκλειον. οἱ δὲ ὄχλοι τὸν βασιλέα ἐβιάζοντο τὸ ἔργον ἐπιτελεῖν. ὁ δὲ λαβὼν ἐκ τῆς ἐκκλησίας τὸν τοῦ πατρὸς Ἡρακλείου στέφανον τὸ ἔργον ἐπλήρου. εὐθὺς οὖν τὸν στεφθέντα Κωνσταντῖνον οἱ ὄχλοι μετονομάζουσι. τὸ οὖν ἀχυρῶδες καὶ ἀγροικωδέστερον τοῦ λαοῦ κατὰ Πύρρου τὰς χεῖρας ὥπλιζον, καὶ πρὸς τὸ ἱερὸν γενόμενοι αὐτὸν μὲν οὐχ εὗρον, κατὰ δὲ τὸν καιρὸν τῆς τοῦ λυχνικοῦ συνάξεως εἰσέρχονται ἐπαγόμενοι Ἑβραίων καὶ ἄλλων κακοδόξων ὅμιλον ἐν τῷ θυσιαστηρίῳ. 31 καὶ τὴν μὲν ἐνδυτὴν διαρρηγνῦσι, καὶ τὸν ἱερὸν χῶρον αἰσχρῶς κατερρύπαινον, τάς τε κλεῖς τῶν πυλῶν λαβόντες ἐπὶ κοντοῦ ἀνήρτων, καὶ οὕτω τὴν πόλιν ἀθέσμως περιῄεσαν. Πύρρος δὲ ταῦτα μαθὼν τῇ ἐπιούσῃ νυκτὶ ἐν τῷ ἱερῷ παραγίνεται καὶ πάντα τὰ ἱερὰ ἀσπάζεται καὶ τὸ περικείμενον αὐτῷ ὠμόφορον περιελὼν τῇ ἱερᾷ ἀποτίθεται τραπέζῃ, φήσας "τῆς ἱερωσύνης μὴ ἀφιστάμενος ἀποτάσσομαι λαῷ ἀπειθεῖ". ἐκεῖθεν ἡσυχῇ ἐξελθὼν παρὰ μιᾷ θεοσεβεστάτῃ γυναικὶ κρυφῇ κατήγετο καὶ καιροῦ εὐθέτου λαβόμενος πρὸς τὴν Χαλκηδόνος ἀπέπλει. οὗ τὴν ἔλευσίν τινες τῶν μοναζόντων ἐκεῖσε ἀκηκοότες περὶ τῶν ἐκτεθέντων παρὰ τοῦ πάλαι Ἡρακλείου τοῦ βασιλέως καὶ Σεργίου τοῦ τῆς πόλεως ἱεράρχου, ἕνεκεν τῶν δύο ἐπὶ τοῦ σωτῆρος Χριστοῦ θελημάτων καὶ ἐνεργειῶν ἀνηρεύνων, ὧν προασπισταὶ ἐτύγχανον Μάξιμος καὶ Θεοδόσιος ὄντες ἐν Ἀφρικῇ. καὶ τὰ μὲν κατὰ Πύρρον οὕτω πως ἔσχεν. Ἐπεὶ οὖν τοὺς περὶ Οὐαλεντῖνον ἡ Χαλκηδὼν εἶχεν, ἀναγκαιοτέρως Ἡράκλειος καὶ Μαρτῖνα, ὡς μὴ ἐπὶ πλεῖον τὰ ἐκεῖσε προάστεια βλάπτοιτο, ἑνωθῆναί τε αὐτῷ καὶ ὅρκοις τὰ πρὸς ἀλλήλους θέσθαι· καὶ ἀξίᾳ αὐτὸν ἐτίμησαν ἣν Ῥωμαῖοι καλοῦσι κόμητα ἐξσκουβιτόρων, καὶ μηδ' ὅλως ἐγκαλεῖσθαι περὶ ὧν παρὰ Κωνσταντίνου ἐδέξατο χρημάτων, φιλοτιμηθῆναι δὲ χρήμασι τοῖς συνελθοῦσιν αὐτῷ στρατιώταις, στεφθῆναί τε καὶ ∆αβὶδ τὸν Καίσαρα καὶ μετονομασθῆναι Τιβέριον. καὶ τούτων οὕτω τελεσθέντων προχειρίζεται Παῦλος, οἰκονόμος γεγονὼς τῆς μεγάλης ἐκκλησίας, ἀρχιερεὺς Κωνσταντινουπόλεως, κατὰ τὸν Ὀκτώβριον μῆνα τῆς πεντεκαιδεκάτης ἰνδικτιόνος. Κωνσταντῖνος οὖν ἐν Σικελίᾳ ὑπὸ τῶν ἰδίων ὑπηρετῶν δόλῳ φονευθεὶς ἐν τῷ λου 32 τρῷ, ἤδη ἐν τῇ βασιλείᾳ εἰκοστὸν ἕβδομον ἀνύσας ἔτος, ἐτελεύτα. Μεθ' ὃν Κωνσταντῖνος ὁ υἱὸς τὰ τῆς βασιλείας ἐγχειρίζεται σκῆπτρα. καὶ τούτου ἀρξαμένου εὐθὺς ὁ τῶν Σαρακηνῶν ἡγούμενος ναῦς πλείστας κατασκευάσας κατὰ τοῦ Βυζαντίου ἐκπέμπει, ἡγεμόνα τούτων ἐπιστήσας, ἅτε πιστότατον καὶ τὰ πολέμια ἔμπειρον, κατὰ τὴν ἑαυτῶν διάλεκτον Χαλὲβ ὀνομαζόμενον· ὃς ἀναχθεὶς προσωρμίζετο ἐν προαστείοις τοῦ Βυζαντίου, κατὰ τὸν παραθαλάσσιον τόπον τὸν καλούμενον Ἕβδομον. τοῦτον αἰσθόμενος Κωνσταντῖνος ἀντιπαρατάττεται καὶ αὐτὸς στόλῳ μεγάλῳ. ὑφ' ὧν