Breviarium historicum de rebus gestis post imperium Mauricii

 ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων

 βασιλίσσης ἀθέσμως συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο κίνδυνον· ἡ δὲ δήπ

 ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φανείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρατ

 δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε. Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα ε

 δὲ αὐτῷ ἀπελογεῖτο ὡς εὖ μὲν ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ 15 καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ' ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆ

 ληϊζόμενος. καὶ Σάρβαρος μὲν τὸ γράμμα δεξάμενος τῆς προσεδρίας εἴχετο. Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ Ἡράκλειος πρὶν Πέρσας ἐκστρατ

 καὶ συνήγαγες. καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν 20 τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς Ἡράκλειον διαπρεσβεύετ

 ἅπαντες. ὑψωθέντων δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερνῶν (ἱερὸν δὲ αἱ Βλαχέρν

 βαπτισθησομένῳ καὶ Χριστιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τούτων Ἡράκλειος οὐδενὸς ἠ

 μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτετα

 ἐκ τοῦ σωτηριώδους βαπτίσματος 30 ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι'

 πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακ

 πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν

 χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεό

 γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. δ

 ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον

 Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺ

 τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ ∆αματρῦ ἱδρύσασθαι παρεκέλευεν. α

 διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰ

 δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν. Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βα

 δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον

 ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας

 τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο.

 Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε

 τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν. Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥ

 ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους ἀνεῖλε. μετ' οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ' αὐτῶν ἐστράτευεν. οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ ε

 ἐκ σειρᾶς τὴν κυρείαν τὴν ἐπ' αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ ἐφ' ἑαυτοῖς καθιστᾶσι Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ τὸ ἐκ νεότητος θράσος

 τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σ

 ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ

 ἀπανθρωπίας νόσος ἐκρίνετο. Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κωνσταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Νικήτας ὁ τῆς πόλεω

διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰς βασιλέα Ἀρτέμιον Φιλιππικοῦ γραμματέα τυγχάνοντα, οὓς τῇ Ἰταλῶν φωνῇ καλοῦσιν ἀσηκρῆτις, ἐπονομάσαντες αὐτὸν Ἀναστάσιον. ὀλίγων δὲ ἡμερῶν διελθουσῶν τυφλοῦσι Θεόδωρον τὸν πατρίκιον, ὡσαύτως καὶ Γεώργιον, καὶ τοῦτον ἐξόριστον ἐν Θεσσαλονίκῃ πέμπουσιν. Ἀναστάσιος δὲ δι' ἐπιμελείας τὰ πολεμικὰ πράγματα εἶχε καὶ ἄρχοντας ἱκανοὺς πρὸς τὰς τούτων διοικήσεις καθίστη. αἰσθόμενος δὲ ὁ τῶν Σαρακηνῶν βασιλεὺς βουλὰς ἐκίνει ὡς κατὰ τῆς Ῥωμαίων χώρας στρατευσόμενος. ἀποστέλλει δὲ πρὸς αὐτὸν ∆ανιὴλ τὸν πατρίκιον ἐκ τῆς Σι 50 νωπιτῶν ὁρμώμενον πόλεως, ὕπαρχον τηνικαῦτα τῆς βασιλίδος ὑπάρχοντα, ὡς δῆθεν τὰ τῆς εἰρήνης ἐπικηρυκευσόμενον, τῷ ὄντι δὲ διοπτευσόμενον οἷα αὐτοῖς τὰ κατὰ Ῥωμαίων ἐξηρτύετο· ὃς ἐπανήκων ἐπήγγειλε μεγίστην ἔσεσθαι τοῦ ἔθνους διά τε ἱππικῶν καὶ πλοΐμων στρατευμάτων τῆς Ῥωμαϊκῆς πολιτείας καταδρομήν. ὁ δὲ ἀκούσας ἑκάστῳ τῶν ἐν τῇ πόλει † ὡς εἴ τις τῶν ἀναγκαίων εὐπορήσοι ἐπὶ τριετῆ χρόνον διαρκούντων αὐτῷ, μένειν, ὁ δὲ τούτων ὑστερῶν οὗ ἂν βούλοιτο ἀποτρέχειν. τὰ δὲ τείχη τῆς πόλεως ἐπιμελέστερον καινίζει καὶ τὰ πολεμητήρια ὄργανα διασκευάζει, πλεῖστα δαπανήματα τῇ πόλει ἀποθέμενος καὶ ἑτέροις οἷς ἀνῆκε πρὸς πολεμίων ἔφοδον ταύτην κατοχυρώσας. φήμης δὲ γενομένης ὡς ὁ τῶν Σαρακηνῶν στόλος ἀπὸ Ἀλεξάνδρου πόλεως ἐπὶ τὸν Φοίνικα παρεγένετο ναυπηγησίμης ξυλῆς κυπαρισσίνης ἕνεκεν, ἐκλέγεται σκάφη ταχυπλόϊμα, στρατόν τε ἐν αὐτοῖς ἐγκαταλέγει ἐκ τῶν τῆς χώρας τοῦ καλουμένου Ὀψικίου καὶ πρὸς τῇ νήσῳ τῇ Ῥόδῳ ἀποστέλλει. κἀκεῖσε ἀθροισθῆναι καὶ ἄλλα Ῥωμαϊκὰ πλόϊμα συνέταξε. τούτοις ἡγεμόνα ἐφίστησιν Ἰωάννην διάκονον τῆς μεγάλης ἐκκλησίας καὶ τῶν δημοσίων φόρων λογιστήν, ὃν λογοθέτην γενικὸν οἶδε καλεῖν ἡ συνήθεια, ὑπάρχοντα ἔμφρονά τε καὶ ἔμπειρον καθιστάμενον, ὅστις τὸν ἅπαντα παρέλαβε στόλον. ὃς πρὸς τῇ Ῥόδῳ γενόμενος καὶ τὰ ἐντεταλμένα ἀπαγγέλλων καταπειθεῖς εὕρισκε καὶ προθύμους πρὸς τὸν διάπλουν ὑπάρχοντας τοὺς συνειλεγμένους ἅπαντας. μόνοι δὲ οἱ παραγενόμενοι τοῦ Ὀψικίου στρατοῦ τὴν τοιαύτην ὁδοιπορίαν δεδοίκεσαν. στασιάζουσιν οὖν ἐξ 51 αὐτοῦ, καὶ τὸν μὲν βασιλέα Ἀναστάσιον ἐδυσφήμουν, Ἰωάννην δὲ τὸν διάκονον ῥομφαίᾳ ἀναλίσκουσιν. ἐντεῦθεν λοιπὸν οἱ στόλοι σκεδάννυνται, καὶ πρὸς τὰ οἰκεῖα ἀπέπλευσαν ἕκαστοι. αὐτοὶ δὲ ἐπὶ τὴν ἑαυτῶν ἀνιόντες καὶ πρὸς τὸ Ἀδραμύντιον γενόμενοι ἐκεῖσε εὑρίσκουσι Θεοδόσιόν τινα ὄνομα, τῶν δημοσίων φόρων πράκτορα, ἀπράγμονά τινα καὶ ἰδιώτην τυγχάνοντα, καὶ πρὸς τὴν τῆς βασιλείας ἀξίαν προτρέπουσιν. ὁ δὲ φυγὰς ᾤχετο καὶ εἰς ὄρος κατεκρύπτετο. αὐτοὶ δὲ ἐπιδραμόντες καὶ βιασάμενοι βασιλέα τε ἀναγορεύουσι καὶ μεθ' ἑαυτῶν ἄγουσι. Ταῦτα Ἀναστάσιος μεμαθηκὼς τὸ μὲν Βυζάντιον ἤδη προκατοχυρώσας ἐν τῇ πόλει Νικαίας τῆς κατὰ Βιθυνίαν ἐξέρχεται, κἀκεῖσε ἑαυτὸν κατασφαλίζεται. ὁ δὲ μετὰ Θεοδοσίου στρατὸς συλλαβὼν ἅπαντα τὸν τοῦ Ὀψικίου στρατὸν καὶ πλεῖστα σκάφη ἐμπορικά, [καὶ] κατὰ τὸ ἤδη καὶ πρόσθεν εἰρημένον παραθαλασσίῳ χωρίῳ Χρυσοπόλεως παραγίνεται. ἐκεῖθέν τε ἐφ' ἑκάστου τοῖς ἐκ τῆς πόλεως πόλεμον προσέβαλεν, ἐπὶ μησί τε ἓξ τὰ τῆς μάχης διήρκεσε. καὶ ὁ τοῦ Ἀναστασίου στόλος πρὸς τῷ Νεωρίῳ τῆς πόλεως καλουμένῳ λιμένι κατῇρε, ὁ δὲ τοῦ Θεοδοσίου στόλος ἀδείας ἐπιλαβόμενος διαπορθμεύεται πρὸς τὰ Θρᾳκῷα καὶ τούτων ἐκράτησεν. ἐπὶ προδοσίᾳ δέ τινας ὑποφθείραντες διὰ τῆς πύλης τῆς καλουμένης Βλαχερνῶν τὴν πόλιν εἷλον, καὶ νυκτὸς ἐπιγενομένης εἰς τοὺς οἴκους τῶν πολιτῶν εἰσδραμόντες μεγίστην αὐτοῖς βλάβην εἰργάζοντο. τοὺς δὲ ἐν αὐτῇ ἄρχοντας ἅμα Γερμανῷ τῷ τηνικαῦτα ἱεράρχῃ τῆς πόλεως ἀποστέλλει ὡς τὰ πεπραγμένα αὐτῷ πιστωσόμενος Ἀναστασίῳ. ὁ δὲ τούτους ἤδη λόγον ᾔτησεν ὡς μή τι κακὸν πάθῃ, καὶ τὸ μοναχικὸν περιβαλόμενος σχῆμα πρὸς 52 Θεοδόσιον ᾤχετο· ὁ